Ancient Greek
Περὶ πραγματικῆς.
Hermogenes, Περὶ τῶν στάσεων 6-6
Not analysed yet
Τὸ δʼ αὖ δυνατὸν ὑποδιαιρήσεις, πρῶτον μὲν ὅτι οὐ χαλεπὸν δεικνύς, ἐνστάσει χρώμενος· εἶτα ἀντιπαραστάσει, ὅτι, εἰ καὶ χαλεπόν, ἀλλʼ ἀναγκαῖον, καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑφίστασθαι, καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περιπεσεῖν· εἶθʼ ὅτι καὶ ῥᾴδιον. ἐὰν δὲ περὶ πολέμου ἤ τινος τοιούτου ᾖ, τὸ δυνατὸν ἀπὸ τῶν παρακολουθούντων τοῖς προσώποις σκόπει, ὡς ἐν Ὀλυνθιακῶν δευτέρῳ ὁ Δημοσθένης, πῶς ἔχει Φίλιππος, ὅτι ἀθυμεῖ, πῶς τὰ ἔξωθεν, οἷον Θετταλοί, Ἰλλυριοί, τὰ χρήματα, τοὶ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι» καὶ τὰ ἑξῆς. τούτῳ δὲ ἀντέκειτο μὲν ἡ περὶ τῆς Ἀθηναίων δυνάμεως ἐξέτασις, διότι δὲ παρῆκεν αὐτὴν ὁ ῥήτωρ, ὁ τὸν λόγον ἐξετάζων κατὰ θεωρίαν δείξει δηλαδή· ἀλλʼ ἥ γε διαίρεσις ἀπαιτεῖ, θαυμαστὸν δὲ οὐδέν, εἰ παρεῖται, ἐπεὶ καὶ τῶν ἄλλων κεφαλαίων τινὰ ἐκεῖ τε παραλέλειπται κατὰ φύσιν καὶ ἡμεῖς πολλάκις παρελίπομεν οὐκ ἐν πραγματικῇ μόνον ἀλλὰ καὶ πανταχοῦ. τὴν μὲν γὰρ ὁδὸν ἡ τέχνη δείκνυσι τῆς διαιρέσεως, τῇ δὲ φύσει τοῦ πράγματος τὴν τέχνην προσακτέον κατὰ τὸ ἐγχωροῦν· τὸ μὲν γὰρ τῆς εὑρέσεώς ἐστι, τὸ δὲ τῆς κρίσεως· ἄλλως τε οὐχ ὅσα δἂν εὕρωμεν, ἐροῦμεν, ἀλλʼ ὅσα δἂν κρίνωμεν εἶναι ῥητέα.