Ancient Greek · ~2 min
Περὶ ἀντιλήψεως.
Hermogenes, Περὶ τῶν στάσεων 6-5
Not analysed yet
Ἔφην δύνασθαι εἶναι καὶ πλείονα εἴδη ἀντιλήψεων. αὐτίκα τόδε τῶν προειρημένων διαφέρει, οἷον γραψάμενοί τινες μοιχείας ἀλλήλους, καθυφέντες τὰς γραφὰς ἤμειψαν τὰς γυναῖκας καὶ φεύγουσι κακοῦ βίου. πρῶτον μὲν γὰρ δύο πρόσωπά ἐστι τὰ κρινόμενα, ἔπειτα τέσσαρες ἀντιλήψεις καὶ αὗται παῤ ἀμφοῖν, οἷον γράφεσθαί τινα ἔξεστι καὶ πάλιν ἀναιρεῖσθαι τὰς γραφάς, ἔξεστι γαμεῖν, ὅθεν βούλεταί τις, καὶ ἀποβάλλεσθαι τὴν οὖσαν γυναῖκα· ταῦτα πάντα οὐ κεκώλυται, καὶ τούτων γε ἑκάστην ἀνάγκη λύειν τῷ κατηγόρῳ. φανερὰ δὲ ἡ μέθοδος ἐπ᾿ ἀμφοῖν, ἐπί τε τοῦ κατηγόρου καὶ ἐπὶ τοῦ φεύγοντος, ἀπὸ τῶν προειρημένων.