Ancient Greek
Περὶ ἀντιλήψεως.
Hermogenes, Περὶ τῶν στάσεων 5-5
Not analysed yet
Τῶν δʼ αὖ διπλῶν ἣ μέν ἐστι κατὰ συμπλοκήν, ἣ δὲ κατὰ διαίρεσιν. καὶ κατὰ συμπλοκὴν μέν, ὅταν δυοῖν ὄντοιν τοῖν ἐγκλημάτοιν μὴ δύνηται χωρὶς ἑκάτερον αὐτῶν εἶναι ἔγκλημα, μετὰ δὲ τῆς τοῦ ἑτέρου συμπλοκῆς, οἷον ταῖς πάντων γνώμαις ἀντιλέγων τις αὐτὸς οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει ἐνταῦθα ὅτι μὲν δύο ἀντιλήψεις, δῆλον —καὶ γὰρ λέγειν καὶ μὴ λέγειν ἔξεστι —,καὶ αὖ ὅτι δύο ἀντιθέσεις ὁμοίως, οἷον ‘ἀντιλέγω· δεῖ γάρ, ἐφʼ οἷς ἁμαρτάνουσιν οἱ λέγοντες, ἀντιλέγειν’ ,πάλιν ‘οὐ λέγω· οὐδὲν γὰρ δεῖ περὶ τῶν μὴ κατεπειγόντων λέγειν’ . ἀλλʼ ἴδιον τοῦ εἴδους τούτου τὸ δεῖν ἀπολογουμένους μὲν διαιρεῖν καὶ χωρὶς περὶ ἑκατέρου ποιεῖσθαι τὸν λόγον, κατηγοροῦντας δὲ συμπλέκειν. —Κατὰ διαίρεσιν δὲ διπλῆ ἀντίληψις γίνεται, ὅταν δύο ἐγκλήματα ᾖ δυνάμενα καὶ χωρὶς ἀλλήλων κρίσιν ἐπιδέχεσθαι, οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλούς τιθέμενος παῖδας κακοῦ βίου φεύγει. ἐνταῦθα ὁμοίως μὲν ὁ κατήγορος συμπλέξει, ὁ δὲ φεύγων διαιρήσει, δῆλον μέντοι, ὡς καὶ καθʼ ἑαυτὸ ἑκάτερον ἐπιδεχόμενον κρίσιν αὐξήσεως μὲν ἕνεκα συμπλέκεται ὑπὸ τοῦ κατηγόρου, μειώσεως δʼ αὖ χάριν διαιρεῖται ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῷ προτέρῳ οὐκ αὐτὸ τοῦτο τῆς αὐξήσεως ἢ τῆς μειώσεως ἕνεκα οὕτω γίνεται, ἀλλʼ ὅτι μηδὲ ἄλλως κρίσιν δύναται ἐπιδέξασθαι τὸ πρᾶγμα ἢ τοῦτον εἰσαγόμενον τὸν τρόπον.