Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.
Hermogenes, Περὶ τῶν στάσεων 7
Not analysed yet
Πρᾶγμα δὲ οὐ κρίνεται κατά γε ἐμὲ τὸ ἐξισάζον μόνον, οἷον πένης καὶ πλούσιος ἑκάτεροι ὡραίας ἔχοντες γυναῖκας κατὰ ταὐτὸν ἄμφω πεφωράκασιν ἀλλήλους ἐξιόντας ἐκ τῶν ἀλλήλων οἰκιῶν καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ αὖ πάλιν τὰ μὲν πρόσωπα διαλλάττοντα ἐπιδέχεται ἐξέτασιν, τὰ πράγματα δὲ οὐ διὰ τὸ ἰσάζειν.