Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.
Hermogenes, Περὶ τῶν στάσεων 8
Not analysed yet
Μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐτῶν ἐπιγνῶναι τά τε συνεστῶτα καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκε. τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον ἢ τὸ ἕτερόν γε πάντως καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν τῷ πιθανῷ διαφόρους τε καὶ ταῖς πίστεσιν ἰσχυρούς, ἔτι τε —ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς —τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον δυνάμενόν τε πέρας λαβεῖν συνέστηκε· τὰ δʼ οὑτινοσοῦν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν. εἰρήσεται δὲ καὶ κατʼ εἶδος.