Ancient Greek · ~2 min
Περὶ πραγματικῆς.
Hermogenes, Περὶ τῶν στάσεων 7-6
Not analysed yet
Τὸ ἔνδοξον ὁμοίως τῷ συμφέροντι, οἷον ῾τίς δόξα ὑπάρχουσα ἡμῖν παραμενεῖ καὶ τίς οὐκ οὖσα περιέσται, εἰ ποιοῖμεν ταῦτα, περὶ ὧν ἡ βουλή; καὶ τίνα ἀπωσόμεθα ἀδοξίαν οὖσαν καὶ τίνα οὐ προσληψόμεθα μὴ οὖσαν, προσδοκωμένην δέ; καὶ πάλιν εἰ μὴ ποιοῖμεν, τίνα αἰσχύνην οὖσαν οὐκ ἀπωσόμεθα καὶ τίς οὐκ οὖσα καταλήψεται ἡμᾶς; καὶ τίς ὑπάρχουσά τε ἡμῖν δόξα διαφεύξεται καὶ μὴ ὑπάρχουσα προσγενομένη δʼ ἂν οὐ προσέσται; ʼ