Ancient Greek
1 to 2
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-2
Not analysed yet
2 Σαφήνειαν τοίνυν λόγου ποιεῖ εὐκρίνεια καὶ καθαρότης. γίνεται δὲ καθαρὸς μὲν λόγος ἅπασι σχεδὸν τοῖς προειρημένοις, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· εὐκρίνεια δὲ τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον, τάχα δʼ ἄν τι καὶ τῶν ἄλλων εὐκρίνειαν ποιοίη. Ἀλλὰ πρῶτόν γε περὶ καθαρότητος λεκτέον, ᾗ πάλιν ἐναντίον ἐστὶν ἡ περιβολὴ κατά τι —οὐ γὰρ κατὰ πάντα —,περὶ ἧς ἐν τῷ περὶ μεγέθους καὶ ἀξιώματος λόγῳ λέξομεν.