Ancient Greek
Α, Περὶ καθαρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-2
Not analysed yet
Ἔννοιαι τοίνυν εἰσὶ καθαραὶ αἱ κοιναὶ πάντων καὶ 3 εἰς ἅπαντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν, σαφεῖς ἀφʼ ἑαυτῶν οὖσαι καὶ γνώριμοι καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον, ὁποία ἦν καὶ ἡ προειρημένη, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκωνν» καὶ πάλιν «τλέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ» καὶ ὅσαι τοιαῦται. χρὴ δὲ αὐτὰς καθʼ ἑαυτὰς ὁρᾶν τὰς ἐννοίας ταύτας, ἀλλὰ μὴ ὧν ἕνεκα παρελήφθησαν, ἐπεὶ ἄλλο τι ὑπονοήσομεν εἶναι αὐτὰς καὶ οὐ καθαράς, καίτοι ὅτι μάλιστα καθαρωτάτας οὔσας, εἰ καθʼ ἑαυτὰς θεωροῖντο. αὗταί γε μὴν σχεδὸν καὶ πάντῃ εἰσὶν ἔνεκά γε τῆς ἐπιβολῆς καθαραί, οἷον «ἀδελφὰς ἔχομεν γυναῖκας ἐγώ τε καὶ Σπουδίας οὗτοσίx» καὶ πάλιν «κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ὦ Ἀθηναῖοιx. καὶ ὅλως πολλὰ ἐν ἰδιωτικοῖς καθαρῶν ἐννοιῶν ἔστι παραδείγματα, οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς δημοσίοις.