Ancient Greek · ~1 min
Β, Περὶ γορχότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-11
Not analysed yet
1 Καλὸς μὲν οὖν ἅμα ὄγκῳ καὶ ἀξιώματι λόγος καὶ ἔτι σαφὴς ὅπως γίνεται, ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. δεῖ δὲ τῷ τοιούτῳ λόγῳ πάντως καὶ γοργότητος, ἵνα μὴ ἀργὸν αὐτῷ καὶ σαφὲς μόνον τὸ μέγεθος ᾗ καὶ τὸ κάλλος, ἀλλὰ καὶ γοργόν· γοργότητι γὰρ ἐναντίον τὸ ἀνειμένον καὶ ὕπτιον.