Ancient Greek
Β, Περὶ γορχότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2-9
Not analysed yet
Ἡ τοίνυν γοργότης θεωρεῖται μὲν καὶ ἐν λέξει καὶ ἐν μεθόδῳ καὶ ἐν τοῖς λοιποῖς πλὴν ἐννοίας, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι· περὶ δὲ ὀξύτητος ἐν τῷ περὶ ἀφελείας τε καὶ δριμύτητος λέξομεν καὶ ἔτι ἐν τῷ περὶ δεινότητος. ἀλλʼ ἥ γε λέξις, ὁποία ποτʼ ἂν ᾖ, βραχέα συντελεῖ πρὸς γοργότητα. ἥ τʼ αὖ μέθοδος ἡ ποιοῦσα τὴν γοργότητα σχεδόν ἐστι μία ὡς ἐπὶ τὸ πλεῖστον, ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου· οὗτος δʼ ἐν σχήμασίν ἐστι καὶ κώλοις, ἐν οἷς θεωρεῖται, ἔτι μέντοι καὶ συνθήκῃ καὶ ἀναπαύσει καὶ τοῖς ῥυθμοῖς. ἔννοια δὲ ὅπερ ἔφην οὐκ ἔστιν οὐδεμία, ἥτις καθʼ ἑαυτὴν ποιεῖ τὸν λόγον γοργόν, πλὴν εἰ τὴν ὀξύτητά τε καὶ δριμύτητα ὡς ἔλεγον γοργότητος ἰδίαν θήσεταί τις· περὶ δὲ ταύτης ὅπερ ἔφην ἔν τε τῷ περὶ ἀφελείας ἔν τε τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. νυνὶ δὲ περὶ μεθόδου τῆς ποιούσης γοργὸν τὸν λόγον πρῶτον λέξομεν, σχεδὸν οὐ πόρρω τινὸς ὀξύτητός τε καὶ δριμύτητος οὐδὲ ταύτης οὔσης.