Ancient Greek · ~6 min
Β, Περὶ ἤθους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-12
Not analysed yet
2 Σαφὴς μὲν δὴ καὶ ἀξιωματικὸς καὶ ἔτι αὖ καλός τε καὶ γοργὸς ὅπως γίνεται λόγος, ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται· ἕποιτο δʼ ἂν ἐκείνοις ὁ περὶ ἤθους ἀναγκαίως. χρησιμώτατον γὰρ εἴπερ ἄλλο τι καὶ τοῦτο δὴ τὸ ἠθικὸν εἶδος τοῦ λόγου εἰδέναι τε ὅπως γίνεται καὶ ποιεῖν δυνάμενον τοτὲ μὲν ὅλῳ τῷ λόγῳ ἀποδιδόναι τὸ τοιόνδε ἦθος, εἰ τοῦτο δέοι, τοτὲ δʼ αὖ καταμιγνύναι τοῖς προειρημένοις εἴδεσιν ἅπασιν, οἷον σφοδρότητι ἤ σεμνότητι ἢ κάλλει καὶ τοῖς λοιποῖς. λέγω γὰρ ἦθος νῦν οὐχ ἁπλῶς τοῦτο μόνον τὸ διʼ ὅλου τοῦ λόγου ἀναγκαίως ἔχον ἐμφαίνεσθαι καθαπερεὶ σώματος χρῶμα, ἀλλὰ καὶ τὸ ἐγκαταμίγνυσθαι πεφυκὸς πανταχοῦ, καὶ ἐν σφοδρότητι καὶ ἐν τραχύτητι καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. ἐκεῖνο μὲν γὰρ γένοιτʼ ἄν, εἰ τοῖς ὑποκειμένοις προσώποις οἰκείους καὶ πρέποντας τοὺς λόγους περιάπτοι τις, οἷον στρατηγοῖς ἢ ῥήτορσιν, ἢ τοῖς ἰδίως ὀνομασθεῖσιν ἠθικοῖς, οἷον λίχνοις ἢ δειλοῖς ἢ φιλαργύροις ἢ τοῖς τοιούτοις· καὶ μαθησόμεθά γε τοῦτο, οἷά τινα εἴδη τίσιν ἁρμόττει προσώποις, ἐν τῷ περὶ δεινότητος· τοῦτο δέ, περὶ οὗ νυνὶ λέγομεν, αὐτό τε καὶ τὰ εἴδη αὐτοῦ, δύναται μὲν καὶ διʼ ὅλου ποτὲ λόγου παραλαμβάνεσθαι ὥσπερ καὶ ταῦτα, οἷον σεμνότης, τραχύτης καὶ τὰ λοιπά, δύναται δὲ καὶ κατὰ τὰ αὐτὰ καθάπερ κἀκεῖναι καὶ μερικῶς που γίνεσθαι χρήσιμα, ὥσπερ ἔστι πολλάκις εὑρεῖν παρὰ τῷ ῥήτορι. σαφὲς δὲ ὃ λέγω μᾶλλον γενήσεται ἐπισκεψαμένοις τὸν λόγον τὸν περὶ αὐτοῦ.