Ancient Greek · ~2 min
Β, Περὶ ἤθους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2-10
Not analysed yet
Ἦθος τοίνυν ἐν λόγῳ ποιεῖ ἐπιείκεια καὶ ἀφέλεια, καὶ πρὸς τούτοις τὸ κατʼ αὐτὸν ἐμφαινόμενον ἀληθὲς καὶ ἐνδιάθετον. ἡ δὲ βαρύτης ὑπόκειται μὲν ὑπὸ τὸν ἠθικὸν λόγον, οὐ μὴν συμπληροῖ γε αὐτόν, ὥσπερ ἥ τε ἀφέλεια καὶ ἡ ἐπιείκεια, τό τε ἀληθὲς καὶ τὸ ἐνδιάθετον, οὐδέ γε καθʼ ἑαυτὴν δύναται θεωρεῖσθαι, ὥσπερ ἐκείνων τῶν ἰδεῶν ἑκάστη, ἀλλὰ δεῖ αὐτῇ ἀφελείας ἐπιεικείας ἤ τινος τῶν ἄλλων ἠθικῶν τι πάντως προσεῖναι. σαφέστερον δὲ καὶ τοῦτο περὶ ἑκάστης αὐτῶν λέγοντες ἐνδειξόμεθα. καὶ πρῶτόν γε περὶ ἀφελείας.