Ancient Greek
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-14
Not analysed yet
Ὁ τοίνυν ὡς ἀπλῶς εἰπεῖν λόγος πολιτικὸς γίνεται 11 μὲν διά τε τῶν τὴν σαφήνειαν ποιουσῶν κατὰ τὸν λόγον ῖδεῶν καὶ τοῦ κατʼ ἐπιείκειαν καὶ ἀφέλειαν ἤθους καὶ ἔτι τῆς τὸν ἀληθινὸν ποιούσης λόγον ἰδέας, ὅ δή ἐστι τοῦ πιθανοῦ. δεῖ δὲ ταῦτα ὡς ἕν ἀκούειν πάντα· ἐκ γὰρ τῆς μίξεως τούτων καὶ οἶον ἑνώσεως ὁ ἀπλῶς πολιτικὸς γίνεται λόγος, οὗ δὴ καὶ πάντες μετέχουσιν, οὕς ὀνομάζομεν πολιτικούς, πλὴν ἴσως τοῦ σοκράτους κατά τι· πλεῖστόν γε μὴν αὐτοῦ μέτεστι Λυσίᾳ τε καὶ σαίῳ καὶ ‘Υπερίδῃ, διὸ δὴ καὶ μάλιστά εἰσι πιθανοί.