Ancient Greek · ~3 min
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.15
Not analysed yet
Νυνὶ δὲ ἤδη περὶ τῶν μετὰ τούτους τούς προειρημένους ἄνδρας τρεῖς ὑφʼ ἑκάστῳ τούτων τεταγμένων καὶ οἷον τὰ δεύτερα καὶ τρίτα φερομένων καθʼ ἕκαστον ἐκείνων ἐν τοῖς κατʼ αὐτοὺς εἴδεσι λεκτέον, καὶ πρῶτόν γε περὶ τῶν πολιτικῶν. δεῖ δὲ ἀναγκαίως πρότερον εἰπόντα διὰ βραχέων, τίς ὁ ἀπλῶς πολιτικὸς λόγος, οὐχ ὁ Δημοσθενικὸς ἤ του ἄλλου, ἀλλʼ ἀπλῶς ὁ πολιτικός, καὶ τίς ὁ ἀπλῶς πανηγυρικός, ἀλλʼ οὐχ ὁ κάλλιστος πανηγυρικὸς ἢ Πλατωνικὸς ἢ Ὁμηρικός, οὕτω καὶ περὶ τῶν καθʼ ἑνα λόγου ἀξίων ἀνδρῶν διὰ βραχέων χα ρακτηρίσαι· περὶ γὰρ τοῦ δικανικοῦ ἱκανῶς εἴρηται. ἀλλὰ πρότερόν γε περὶ τοῦ ἀπλῶς πολιτικοῦ ὅπερ ἐλέγομεν ῥητέον.