Ancient Greek · ~3 min
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 10-4
Not analysed yet
Ὁ τοίνυν Ῥαμνούσιος Ἀντιφῶν, οὗπερ οἱ φονικοὶ φέρονται. πολιτικὸς μὲν καὶ κατὰ τὸ σαφὲς καὶ κατὰ τὸ ἀληθινὸν καὶ τὸ ἄλλως ἠθικόν, ὥστε καὶ πιθανός, ἡττον δὲ ἅπόντα ταῦτα ἢ κατὰ τούς ἄλλους· ἐπεὶ καὶ πρῶτος λέγεται τοῦτο μετελθεῖν τὸ εἶδος καὶ ὅλως εὑρετὴς καὶ ἀρχηγὸς γενέσθαι τοῦ τύπου τοῦ πολιτικοῦ· καὶ γάρ ἐστι τοῖς χρόνοις τῶν δέκα ῥητόρων τούτων πρεσβύτατος ἀπάντων. μεγέθει δὲ χρῆται μὲν οὐκ ὀλίγῳ, καλῶς δέ πως συνυφασμένῳ καὶ οὐ κατὰ τὸν Τππερίδην διεστηκότι τῶν ἄλλων οὐδʼ αὗ κατὰ τὸν Αἰσχίνην σοφιστικῷ, καίτοι τῆς λέξεως αὐτῷ πολλαχοῦ διηρμένης. ἐπιμελής γε μὴν οὕτως ὡς μὴ εἶναι προσκορής, γοργὸς δὲ μετρίως ἐστὶ καὶ δεινὸς ὡσαύτως.