Ancient Greek · ~3 min
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 11-5
Not analysed yet
Ὁ δʼ ἕτερος Ἀντιφῶν, οὗπερ οἱ τῆς Ἀληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῷ διʼ ἀποφάνσεων περαίνειν τὸ πᾶν, ὅ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῇ λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας· διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδʼ ἀληθινοῦ τύπου μέτεστι τῷ ἀνδρί φραίην δʼ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν. οὐ μὴν οὔσης γε ὡς ἀληθῶς.