Ancient Greek · ~11 min
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.10
Not analysed yet
Ὁ τοίνυν ὡς ἐν ποιήσει λόγων ἄριστος πανηγυρικῶν γίνεται διά τε τῶν προειρημένων περὶ πανηγυρικοῦ λόγου πάντων τε καὶ ὡσαύτως καὶ ἔτι διὰ τῶν ἰδίων ποιήσεως παρὰ τὰ προειρημένα, οἷς ὁ μὲν δικανικός τε καὶ συμβουλευτικὸς ἥκιστα χρῆται ἢ ὅτι σπανιώτατα, καὶ οὕτω δὲ οὐχ ἅποσιν ἀλλὰ τισίν, ὁ δʼ ἐν τῷ καταλογάδην πανηγυρικὸς χρῆται μὲν σχεδὸν ἅποσιν ἀλλὰ μετά τινος παραμυθίας καὶ οὐχ ἁπλῶς. ἔστι δὲ ἴδια ποιήσεως παρὰ τὸν ἄλλον λόγον πάντως μέν που καὶ τὰ μέτρα τά τε ὁμολογούμενα καὶ ὑπʼ αὐτῆς ψιλῆς τῆς ἀκοῆς κρινόμενα. Μάλιστα δὲ ποιήσεως ἴδια αἵ τε μυθικαὶ ἔννοιαι πᾶσαι, οἷον τὰ περὶ Κρόνου καὶ Τιτάνων καὶ ἔτι Γιγάντων καὶ Διὸς αὐτοῦ καὶ τῶν ἄλλων θεῶν ἀνθρωποπαθῶς λεγόμενα, ὡς ἐγένοντο καὶ ὅσα ἔπραξαν ἢ πράττουσιν αὐτοί τε πρὸς ἑαυτοὺς καὶ πρὸς ἀνθρώπους, καὶ ἔρωτες αὐτῶν καὶ πόλεμοι καὶ φιλίαι καὶ γοναὶ καὶ τροφαὶ καὶ ὅσα τοιαῦτα. πρὸς δὲ ταύταις, ὅσα περὶ ἀνθρώπων ἤ τινων ἄλλων ζῴων παραδοξολογοῦσιν, οἷον ὡς Κάδμος δράκων ἐγένετο ἐξ ἀνθρώπου καὶ ὡς Ἀλκυὼν ὄρνις καὶ ὅσα περὶ ἀηδόνωον ἢ χελιδόνων λέγουσι. ταύτης δὲ τῆς ἰδέας καὶ τὸ γυναῖκας ἐξ ἀνδρῶν ποιεῖν ὡς τὸν Τειρεσίαν καὶ ἄνδρας ἐκ γυναικῶν ὥσπερ τὸν Καινέα. τοιοῦτον δὲ καὶ τὸ πτερωτοὺς ἀνθρώπους λέγειν, ὡς ἔφυσαν, καὶ ὅλως σύνθετά τινα ζῷα ἢ ἐκτράπελα, οἶον Πήγασοι καὶ Γοργόνες καὶ Κένταυροι καὶ Σειρῆνες καὶ ρίτωνες καὶ Ααιστρυγόνες καὶ Κύκλωπες καὶ Περσεύς καὶ ὅσα τοιαῦτα. μυθικὰ δὲ κἀκεῖνα καὶ ποιητικὰ τὰ ὑπερβάλλοντα μὲν ἀνθρώπου φύσιν, ὑπʼ ἐκείνων δὲ τερατολογούμενα ὡς γεγονότα καὶ πιστεύεσθαι ἄξια, οἷον ὅτι Ἀχιλλεῦ τοσόνδε ἐπήδα καὶ ὅτι ὁ Αἴας ἢ ὁ Ἕκτωρ τηλικοῦτοι ῥᾳδίως ἐρρίπτει λίθον καὶ ὅτι τηλικοίδε ἦσαν, καὶ ὅλως τὰ τοιουτότροπα ποιητικά. καὶ τὸ τὰ ἄψυχα τοῖς θεοῖς μετʼ αἰσθήσεως τινος ὑπουργεῖν φάσκειν, οἶον «ταὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ καὶ τὸ «τοῖσι δʼ ὑπτο χθὼν δῖα φύε, καὶ ὅλως τὸ τὰ ἀδύνατα καὶ ἄπιστα τερατεύεσθαι. τὸ μέντοι «τᾶταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ καὶ ὅσα τοιαῦτα ποιητικὰ μὲν καὶ ἡδέα, ὡς ἐν τῷ περὶ γλυκύτητος ἡμῖν εἴρηται, ἡττον δὲ ἔχει τερατολογίας. πλὴν εἰ τοὺς ἵππους αὐτοῖς ἤ τινα ἄλλα ζῷα φωνὰς ἀνθρωπίνας προίεσθαι ὡς λίαν μυθικά τις καὶ ποιητικὰ εἶναι λέγοι. Ἀφελὲς δὲ καὶ ποιητικὸν ὁμοῦ καὶ τὸ λεπτῶς εἰς τὰ κατὰ μέρος ίέναι, οἶον «τκνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ καὶ ὅτι ὁ δεῖνα τὸν δεῖνα οὑτωσὶ ἀπέκτεινε καὶ ὅτι τκύμβαχος ἐν κονίῃσι πέσε» καὶ ὅτι ἀσθμαίνωνʼ καὶ ὅσα τοιαῦτα· ἐν μὲν γὰρ ποιήσει χρήσιμια, ἐν ἱστορίᾳ δὲ εὐτέλειαν ποιεῖ, πλὴν ἔνθα ἀφελῶς τις πάνυ βούλοιτο ἱστορίαν γράφειν· ἀφελῆ γὰρ καὶ ἡδέα ὁμοῦ τὰ κατὰ μέρος. Ἴδίαι μὲν οὖν ἔννοιαι ποιήσεως αὗται παρὰ τὰς ἄλλας ἐννοίας τοῦ λόγου τοῦ πανηγυρικοῦ, αἵπερ εἰσὶ καὶ αὐταὶ ποιήσεως οἰκεῖαι.