Ancient Greek · ~10 min
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.9
Not analysed yet
Ὡς δʼ ἐν ποιήσει —πανηγυρικὸν γὰρ πρᾶγμα δήπουθέν ἐστι ποίησις ἅπασα καὶ πάντων γε λόγων πανηγυρικώτατον —ὡς οὖν ἐν ταύτῃ καὶ τῷ τί τὸ κράτιστον κατὰ ταύτην εἶδος (τοῦτο γὰρ δὴ χαρακτηριστέον ἡμῖν κἀνταῦθα πρῶτον, ὥσπερ καὶ τὰ ἄλλα πάντα τῶν γενικῶν εἰδῶν ἐχαρακτηρίζομεν ἀπὸ τῶν καλλίστων χαρακτηρίζοντες) οὐχ ὁμοία ἡ διοίκησις, ἀλλὰ προσεῖναι δεῖ πολλὰ καὶ ἄλλα τοῖς περὶ λόγου πανηγυρικοῦ προειρημένοις ἅποσιν, ἅ δὴ καὶ ἴδιά τις ἂν εἶναι φαίη ποιήσεως, περὶ ὧν λεκτέον. ἀνάγκη δὲ πάλιν ταὐτὸν προειπεῖν καὶ τὴν αὐτὴν ἀναλογίαν σῶσαι κἀνταῦθα τοῖς ἔμπροσθεν κατὰ τοὺς γεωμέτρας· ὅπερ γὰρ ἦν ὁ Δημοσθένης ἡμῖν κατὰ τὸν πολιτικὸν λόγον ἔν τε τῷ συμβουλευτικῷ καὶ δικανικῷ καὶ ὁ Πλάτων ἐν τῷ πεζῷ πανηγυρικῷ, τοῦτʼ ἄν Ὅμηρος εϊη κατὰ τὴν ποίησιν, ἣν δὴ πανηγυρικὸν λόγον ἐν μέτρῳ λέγων εἶναί τις οὐκ οἶμαι εἰ διαμαρτήσεται, ἐπεὶ κἀνταῦθα ὁμοίως ἀναστρέφει τὸ πρᾶγμα, καθάπερ ἀνέστρεφεν ἐπʼ ἀμφοῖν κἀκεῖ· ἀρίστη τε γὰρ ποιήσεων ἡ Ὁμήρου, καὶ Ὅμηρος ποιητῶν ἄριστος, φαίην δʼ ἂν ὅτι καὶ ῥητόρων καὶ λογογράφων, λέγω δʼ ἴσως ταὐτόν· ἐπεὶ γάρ ἐστιν ποίησις μίμησις ἁπάντων, ὁ δὲ μετὰ τῆς περὶ τὴν λέξιν κατασκευῆς ἄριστα μιμούμενος καὶ ῥήτορας δημηγοροῦντας καὶ κιθαρῳδοὺς πανηγυρίζοντας ὥσπερ τὸν Φήμιον καὶ τὸν Δημόδοκον καὶ τὰ ἄλλα πρόσωπά τε καὶ πράγματα ἅπαντα, οὗτος ἄριστός ἐστι ποιητής, ἐπειδὴ οὖν ταῦθʼ οὕτως ἔχει, τάχʼ ἂν ταὐτὸν εἰρηκὼς εἴην, εἰπὼν εἶναι ποιητῶν ἄριστον, ὡς εἰ καὶ ῥητόρων ἄριστον καὶ λογογράφων ἔλεγον. στρατηγῶν μὲν γὰρ ἢ τεκτόνων ἢ τῶν τοιούτων ἴσως οὐκ ἄριστος, καίτοι καὶ τὰ τοιαῦτα ἄριστα μιμούμενος, ἀλλʼ οὐ λόγος ἐκείνοις ἡ τέχνη οὐδὲ ἐν λόγοις· οἷς δʼ ἔστιν ἐν λόγῳ τὸ ἔργον, οἷον ῥήτορσι λέγω καὶ λογογράφοις, ὁ τούτους ἄριστα μιμούμενος καὶ λέγων, ὥσπερ ἂν ὁ ἐκείνων ἄριστος εἴποι, πάντως ἂν εἴη καὶ αὐτὸς ἐκείνων ἄριστος. ἄριστος οὖν κατὰ πάντα λόγων εἴδη καὶ ποιητῶν ἁπάντων καὶ ῥητόρων καὶ λογογράφων Ὅμηρος· καὶ γὰρ μεγέθη καὶ ἡδονὰς καὶ ἐπιμελείας καὶ δεινότητας καὶ τὸ μέγιστον ποιήσεως μίμησιν ἐναργῆ καὶ πρέπουσαν τοῖς ὑποκειμένοις κἀν τοῖς κατὰ λέξιν κἀν ταῖς εἰσαγωγαῖς τῶν προσώπων καὶ μύθων διατυπώσεις καὶ μέτρων διαφόρους τομάς, ἐξ ὧν καὶ διάφορά πως συμβαίνει γίνεσθαι τὰ μέτρα καὶ ταῦτα ἐν δέοντι καὶ κατὰ λόγον μεταβαλλόμενα, πρὸς τῷ καὶ τὸ φύσει πάντων ἄριστον μέτρον προῃρῆσθαι καὶ ὅλως τὸ ποικίλον καὶ ἐξ ἁπάντων ἓν ὅτι κάλλιστον ὁ μάλιστα ἐργασάμενος παρὰ πάντας ποιητὰς οὗτός ἐστιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τήν τε ἀρίστην ποίησιν καὶ αὐτὸν Ὅμηρον χαρακτηρίσαι· ἵνα δὲ ἐντελέστερον ᾖ τὸ λεγόμενον, ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν.