Ancient Greek · ~3 min
10.11 to 10.13
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.11-13
Not analysed yet
Μέθοδος δʼ αὗ ποιήσεως ἰδία πάλιν παρὰ τὰς τοῦ πανηγυρικοῦ λόγου μεθόδους μία τὸ μὴ παρʼ ἑαυτῶν δοκεῖν λέγειν, ἅττʼ ἂν λέγωσι, τὰς Μούσας δὲ παρακαλεῖν ἢ τὸν Ἀπόλλωνα ἤ τινα ἄλλον θεὸν κἀκείνου ποιεῖν δοκεῖν εἶναι τὸν λόγον ἴδιον. πάλιν δʼ αὗ ταύτῃ ὁ μὲν συμβουλευτικὸς καὶ δικανικὸς ἥκιστα χρήσεται, ὁ δὲ πανηγυρικὸς μετά τινος παραμυθίας. Δέξις γε μὴν φανερὰ πᾶσιν ἥτις ἐστὶν ἡ ποιητική, καὶ ὡς τῶν κατὰ ποίησιν καλλίστη λέξεων ἡ Ὁμήρου· καθαρὸς γὰρ ὡς ἐν ποιήσει κινδυνεύει μόνος ἢ σύν γε Ἡσιόδῳ κατʼ αὐτὴν εἶναι. Σχήματα δὲ ἴδια ποιήσεως οὐκ ἔστιν, ὥσπερ ἦν νοήματα καὶ μέθοδός τις καὶ λέξις, ἀλλὰ τὰ αὐτὰ ἔχει ταῦτα τῷ πανηγυρικῷ, κατὰ δὲ τὸ μιμητικόν, ὡς ἄν τὰ ειδη τῶν λόγων ἀπαιτῇ.