Ancient Greek
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.14
Not analysed yet
Κῶλά γε μὴν ἰδια ποιήσεως καὶ συνθῆκαι ῥυθμοί τε καὶ ἀναπαύσεις ῥάδιον μὲν εἰπεῖν ὅτι τὰ μέτρα, καὶ ἀληθές γε τοῦτο κατιδεῖν, ἑως ἐφʼ ἑαυτῆς ἡ ποίησις μένει ψιλή· ὅταν δὲ περὶ Ὁμήρου λέγωμεν, ἀνάγκη προστιθέναι, ὅτι τόδε τὸ μέτρον, καὶ τοῦτο δὲ οὐχ ἀπλῶς ὅτι ἑξάμετρον δακτυλικὸν καταληκτικόνʼ, οὐδὲ ὅτι ἥδε ἡ μηρικὴ ἀνάπαυσις ἢ ὅδε ὁ ῥυθμὸς ἢ ῆδε ἡ συνθήκη, ἀλλʼ ὥσπερ καὶ περὶ τῶν σχημάτων ἐν τοῖς κατὰ μίμησιν ἐλέγομεν, οὕτω συμιβαίνει τοῦτο κἀνταῦθα γίνεσθαι· ὅταν γὰρ ἢ διάθεσιν ἐμπαθῆ τοῦ λέγοντος προσλάβῃ ὁ ποιητὴς ἤ τι ἄλλου προσώπου ἡθος μιμῆται ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ τοιόνδε τι ἢ τοιόνδε πρᾶγμα ἐξαγγέλλῃ, ἀνάγκη τὰς προσηκούσας ἐνταῦθα καθʼ ἕκαστον γίνεσθαι κατὰ τὰ εἴδη τῶν λόγων ἀναπαύσεις καὶ βάσεις καὶ συνθήκας καὶ ῥυθμούς, οἶον σεμνούς ἢ τραχεῖς ἢ ἀφελεῖς ἢ περικαλλεῖς καὶ ἐπιμελεῖς ἢ ὅσα εἴδη ῥυθμῶν τε καὶ λόγων ἐλέγομεν. τοῦτο δὲ συμβαίνει μάλιστα μὲν καὶ διὰ τὸ πλῆθος τῶν τοῦ ἑξαμέτρου σχημάτων —ἔστι γὰρ αὐτοῦ σχήματα δύο καὶ τριά κοντα, ὡς διδάσκουσιν ἡμᾶς οἱ γραμματικοί —,ἔπειτα καὶ διὰ τὴν ποιὰν ἀνάπαυσιν, ὅ καὶ μέγιστον ἐν τοῖς τοιούτοις· ἐξίσταται γὰρ καὶ τοῦ οἰκείου πολλάκις τὸ μέτρον ῥυθμοῦ κατὰ τὰς ποιὰς τῶν στίχων τομὰς καὶ ἀναπαύσεις ἐννοιῶν κατὰ τὰ κῶλα· τὸ γοῦν «ταὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν» ἀναπαιστικόν πώς ἐστι γενομένῃς ἀναπαύσεως ἐν τῷ ἡρώωνʼ· διότι δὲ ἢ τούτου ἐδέησεν αὐτῷ ἐνταῦθα ἢ ἑτέρωθί που ἄλλων τινῶν ῥυθμῶν, οὐ χαλεπῶς ἐπιγνοίη ἂν ὁ τὰ προειρημένα πάντα περὶ τῶν ἰδεῶν ἀπασῶν τοῦ λόγου ὀρθῶς ἐπ εσκεμμένος καὶ ἔτι τὸν περὶ δεινότητος μεθόδου, ὅς μετὰ τήνδε ἡμῖν τὴν πραγματείαν τέτακται.