Ancient Greek
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.8
Not analysed yet
Ὁ τοίνυν κάλλιστος πανηγυρικὸς καὶ ὅπερ ἔφαμεν Πλατωνικὸς ταῖς μὲν τὸ μέγεθος ποιούσαις ἰδέαις πλὴν τραχύτητος καὶ σφοδρότητος γίνεται πάσαις, διήκειν δέ πως χρὴ διὰ τούτων τὴν ἀφέλειαν μὴ ἐλαττουμένην αὐτῶν ποσότητος ἕνεκα, πλὴν ὅπου καθαρῶς ἐξαίρειν τὸν λόγον εἰς σεμνότητα δεῖ. αἱ δὲ γλυκύτητες εἰπερ ἄλλοθί που καιρὸν ἐνταῦθα ἔχουσι μάλιστα καὶ αἱ ἐπιμέλειαι αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον. δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥπερ ἥκιστά ἐστι φανερά, πάντως ὕπεστι καὶ τῷ πανηγυρικῷ· ἡ δὲ ἄλλη ἐν τούτῳ γε οὐδαμῶς, πλὴν ὅπου τοῦτο αὐτὸ ἐνδείξασθαι βούλεται πρόσωπόν τι τῶν παῤ αὐτῷ ποιούντων τὸν λόγον πανηγυρικόν, ὥσπερ τῷ Πλάτωνι πεποίηται ὁ Σωκράτης ἐνδείξασθαι δεινότητα λόγων τῷ Φαίδρῳ βουλόμενος, καθὸ ἀντιπαρατίθησι τὸν αὑτοῦ τῷ Δυσίου· ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ἄλλους κατὰ τὸ μιμητικὸν εἶδος τοῦ πανηγυρικοῦ λόγου φαίνεται τοῦτο πεποιηκώς. γοργός γε μὴν ὡς ἐλάχιστον ἐν πανηγυρικῷ λόγῳ ὁ λόγος εἶναι ὀφείλει· ἀφήγησις γάρ ἐστι σχεδὸν ἅπας. τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ πολιτικοῦ παραπλησίως χρῆται ὁ πανηγυρικὸς καθάπερ ὅ τε συμβουλευτικὸς καὶ ὁ δικανικός. ἐν δὲ τοῖς ἀμοιβαίοις τῶν πανηγυρικῶν, ὃ δὴ καὶ αὐτὸ πολὺ παρὰ τῷ Πλάτωνί ἐστιν, ἤδη καὶ αἱ τραχύτητες καὶ αἱ σφοδρότητες ἔσχον καιρὸν οὐκ ἐλάχιστον, ὥσπερ καὶ τὰ τῆς δεινότητος εἴδη πάντα, καὶ τῶν γε τοῦ Πώλου λόγων ἐν Γοργίᾳ τινὲς τῆς φαινομένης εἰσὶ καὶ οὐκ οὔσης δεινότητος. καὶ οὐ μόνον ταῦτά γε τὰ εἴδη τὰ ἀμοιβαῖα ἀλλὰ καὶ πάντα ἤδη δέχεται διὰ τὸ μιμητικόν τε καὶ δραματικὸν καὶ οὕτως, ὥστε κεχωρίσθαι πως ἀπʼ ἀλλήλων αὐτὰ καὶ μὴ κεκρᾶσθαι, ἀλλʼ ἰδίᾳ μὲν ἔχειν εὑρεῖν ἀφέλειαν, ἰδίᾳ δὲ σεμνότητα, ἰδίᾳ δὲ ἕκαστον τῶν λοιπῶν, ἔστι δʼ οὗ καὶ τὸ εὔζωνον καὶ οἷον εὐτελὲς εἶδος τοῦ λόγου· αἱ γὰρ μιμήσεις τῶν προσώπων καὶ τούτῳ χώραν ἤδη δεδώκασι. —Καὶ ὡς μὲν ἐν λογογραφίᾳ τοιοῦτον εἶδος εἶναι δεῖ τὸ πανηγυρικόν· ὡς δʼ ἐν ζητήμασι πολιτικοῖς, ἔνθα τοῦ πολιτικοῦ πανηγυρικοῦ εἴδους δεῖ, περὶ οὗ μικρῷ πρότερον ἐπηγγειλάμην ἐρεῖν, —ἔστι γάρ τινα καὶ πολιτικὰ ζητήματα καὶ πανηγυρικά, οἷον εἰ περὶ τῆς προπομπείας ἀμφισβητοῖεν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μετὰ τὰ Μηδικὰ ἢ ὅσα τοιαῦτα —ὡς ἐν τοιούτοις ζητήμασιν οὐκέθʼ ὁμοίως ὁ πανηγυρικὸς ἀλλὰ πολιτικώτερος γίνεται καὶ σχεδὸν διʼ ὧνπερ καὶ ὁ συμβουλευτικός, μᾶλλόν γε μὴν ἐνταῦθα ἢ ἐκεῖ ἥ τε λαμπρότης καὶ ἡ σεμνότης πλεονάζειν ὀφείλουσιν. Ἐπανιτέον δὲ πάλιν, ὅθεν ἐπὶ τοῦτο ἐξέβημεν. ὁ μὲν γὰρ πολιτικὸς πανηγυρικὸς τοιοῦτος, τῶν δὲ κατὰ λογογραφίαν πανηγυρικῶν οὗτος κάλλιστος ὁ Πλατωνικός, καὶ τοῦτον παράδειγμα φαίημεν ἂν ἡμεῖς εἶναι τὸ ἄριστον τοῖς βουλομένοις τε καὶ δυναμένοις πανηγυρικὸν λόγον ἐργάζεσθαι.