Ancient Greek
11 to 12
Hermogenes, Περὶ ἰδεῶν λόγου 11-2-12
Not analysed yet
Ἔτι σχήματα καλλωπίζει πως καὶ τὰ καινοπρεπῆ, οἷον «ὑμεῖς δʼ ὁ δῆμος καὶ πάλιν «καὶ εἰ μηδὲ διʼ ἓν ἄλλο» ἀντὶ τοῦ ‘εἰ καὶ διὰ μηδὲν ἄλλο’ καὶ πάλιν «Θετταλοὶ δὲ οὐδένα πώποτε ὅντινα οὔ». Καὶ μὴν καὶ αἱ διὰ δύο ἀποφάσεων γινόμεναι καταφάσεις κάλλους ἴδιον σχῆμα, οἷον «οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι» ἀντὶ τοῦ θέλοντα, καὶ ὁ ῥήτωρ «ἔστι δὲ οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης»· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι ‘δῆλόν ἐστιν’ ὃ δὲ «οὐκ ἄδηλον» ἔφη.