Ancient Greek · ~2 min
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 13-2
Not analysed yet
Ἔτι κάλλους ἴδιον καὶ τὸ πολύπτωτον καλούμιενον σχῆμα, εἰ κατὰ κῶλον ἐκφέροιτο, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμια τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» καὶ τὰ ἑξῆς. κατὰ μέντοι κόμμα εἰ γένοιτο, πλέον ἔχει τὸ γοργόν, οὐ μὴν οὐδʼ οὕτως ἀπήλλακται τοῦ κάλλους, οἷον «οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθε, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε». Καὶ σχήματα μὲν καλλωπίζει τὸν λόγον τοσαῦτα.