Ancient Greek
11 to 12
Hermogenes, Περὶ ἰδεῶν λόγου 11-4-12
Not analysed yet
Τρίτη δὲ ἐπιεικείας μέθοδος ἡ τὸν καθαρὸν ποιοῦσα λόγον, διότι ἡ αὐτὴ καὶ τὸν ἀφελῆ· ὅτι γὰρ τὸν ἐπιεικῆ δόξαντα ἂν εἶναι λέγειν πολὺ τὸ ἀφελὲς ἐμφαινόμενον ἔχειν δεῖ, καὶ ὁ κατὰ μικρὸν λόγου θεωρίας ἐπαΐων συναίσθοιτʼ ἄν. Καὶ μὴν καὶ ἡ λέξις τοῦ ἐπιεικοῦς λόγου ἡ καθαρὰ καὶ ἀφελὴς σχήματά τε καὶ κῶλα καὶ συνθήκη κατὰ ταὐτὰ αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ ὡσαύτως, εἰ δή τι καὶ ταῦτα δύναται συλλαμβάνειν πρὸς ἐπιεικοῦς λόγου ἔμφασιν.