Ancient Greek · ~6 min
Β, Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
Hermogenes, Περὶ ἰδεῶν λόγου 10-3
Not analysed yet
Ἀλλʼ ἐκεῖσε ἐπανιτέον. μέθοδος γὰρ ἐπιεικείας πρώτη μὲν ἡ προειρημένη, μετὰ δὲ ταύτην ἡ ἐκ παραλείψεως· δοκεῖ γάρ πως ἐπιεικὲς εἶναι τὸ ἑκόντα παραλείπειν, ὅσα τις εἰπεῖν ἔχει κατὰ τοῦ ἐχθροῦ ἢ καὶ ὑπὲρ ἑαυτοῦ. καὶ πολύ γε τὸ ἀξιόπιστον διὰ τὴν ἐμφαινομένην ἐπιείκειαν αἱ παραλείψεις ἔχουσι· γίνονται δὲ ὡς ἔφην ἐπʼ ἀμφοῖν, καὶ ἐν τοῖς καθʼ ἡμῶν καὶ ἐν τοῖς ὑπὲρ ἡμῶν, καὶ γίνονταί γε διχῶς, καθάπερ καὶ τὴν μείωσιν τῶν κατὰ τοῦ ἐχθροῦ ἐλέγομεν γίνεσθαι διχῶς· ἢ γὰρ ἄντικρυς παραλείπει ἢ εἰπὼν οὐδὲν προστίθησιν, ἐνδείκνυται δὲ μόνον καὶ ὥσπερ τινὰ πρόσληψιν ἀορίστου ποιεῖται, οἷον «καὶ περὶ ὧν μὲν ἕστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως είρηκεν, ἐάσω καὶ πάλιν ‘παραλείπω τὰ πολλὰ διὰ τόδε’, φησί, ‘καὶ τόδε’. —Ἤτοι οὖν οὕτως ἢ τῇ μεθόδῳ μόνῃ χρῆται παραλειπτικῇ, τὰ πράγματα δὲ οὐδὲν ἧττον λέγει, οἷον «καὶ οὐδὲν ἂν εἰποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας συνεξέδωκα» καὶ πάλιν «Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ» καὶ τὰ ἑξῆς. τούτων τοίνυν ἡ μὲν καὶ λέγουσα τὰ πράγματα παράλειψις, οἷον «Ὄλυνθον μὲν δή» καὶ τὰ ἑξῆς, ἀξιοπιστίαν μόνον μετὰ τοῦ ἤθους ποιεῖ, ἡ δὲ οὐδὲν ἔχουσα τοιοῦτον, οἷον «καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω», μετὰ τῆς ἀξιοπιστίας καὶ τοῦ ἤθους ἔτι καὶ περιβολὴν ποιεῖ διὰ τὴν τοῦ ἀορίστου πρόσληψιν· τὰ γὰρ τοιαῦτα οὐδὲν ἄλλʼ ἢ ἀορίστου ἤ τινος τοιούτου προσλήψεις εἰσὶ κατὰ παράλειψιν μεθοδευθεῖσαι.