Ancient Greek
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 13
Not analysed yet
Κῶλά γε μὴν ἢ συνθήκας ἢ ἀναπαύσεις ἢ ῥυθμοὺς οὐκ ἔχομεν ἴδια περιβολῆς εἰπεῖν· πάντα τε γὰρ κῶλα ὡς ἔπος εἰπεῖν καὶ πάντας δέχεται ῥυθμοὺς τούς ἐν πάσαις ἰδέαις καὶ πάσας συνθήκας καὶ πάσας ἀναπαύσεις. διότι καὶ τὴν περιβολὴν ἐκεῖναι δέχονται πᾶσαι, πλὴν ἴσως τῆς καθαρότητος· ἐξίσταται γὰρ αὐτῆς ἡ καθαρότης, εἰ περιβληθείη, καὶ ὅλως, ὅπερ ἔλεγον κὰν τῷ περὶ αὐτῆς, ἐναντία ἐστὶ τῇ περιβολῇ· διὸ καὶ κατὰ πολλὰ ἀπὸ τῶν ἐναντίων ἀλλήλαις γίνονται ἣ τε περιβολὴ καὶ ἡ καθαρότης, εἰ καὶ μὴ κατὰ πάντα. εἰ δʼ ἐγχωρεῖ κατʼ ἔννοιαν περιβάλλοντα τοῖς ἄλλοις καθαρὸν ποιεῖν τὸν λόγον ἢ τὸ ἀνάπαλιν, οὐ δεῖ θαυμάζειν· ἔστι γὰρ καὶ καθαρῶς δοκοῦντα λέγειν περιβάλλειν ταῖς ἐννοίαις τὰ παρακολουθοῦντα πάντα ἐξετάζοντα, καὶ τοὐναντίον αὖ περιβεβλημένως δοκοῦντα λέγειν καθαρὸν ἐκφέρειν τὸ ἐννόημα καὶ ψιλόν· καὶ τοῦτο οἶμαι σαφῶς ἐν τῷ περὶ καθαρότητος ἡμῖν δεδεῖχθαι.