Ancient Greek
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-10
Not analysed yet
12 Μετὰ τὸν περὶ σαφηνείας τε καὶ ἀξιώματος τοῦ κατὰ μέγεθος λόγον ἀκόλουθον ἂν εἴη λέγειν περὶ ἐπιμελείας τε καὶ κάλλους τοῦ κατʼ αὐτόν· δεῖ γὰρ τῷ σαφεῖ τε καὶ ὄγκον ἔχοντι καὶ ἀξίωμα λόγᾳ πάντως καὶ κάλλους τινὸς καὶ εὐρυθμίας, εἴπερ μὴ ὡς ἀγλευκής τις γενήσεσθαι μέλλοι. τούτῳ δʼ ὅτι μὲν ἐναντίον ἐστὶ τὸ ἀμελὲς καὶ ἄρρυθμον καὶ κατὰ τὴν σύνταξιν εὐτελές, δῆλον· εἰ δέ που καὶ τὸ τοιοῦτο χρήσιμον, ὥσπερ ἐν τραχύτητί τε καὶ σφοδρότητι, ἑτέρου λόγου. Ἀλλὰ περὶ κάλλους τε λεκτέον καὶ τῆς ἐπιμελείας.