Ancient Greek · ~2 min
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 13-3
Not analysed yet
Ὀ τοίνυν Αυκοῦργος πολιτικὸς μέν ἐστιν εἴπερ τις ἕτερος, πλὴν ἴσως τοῦ κατὰ τὴν ἀφέλειαν ἤθους ἕνεκα. πολὑ δὲ τὸ τραχὺ καὶ σφοδρὸν ἔχει χωρς ἐπιμελείας ἦ γὰρ ἂν ὁ αὐτὸς ἦν πως τῷ Δεινάρχῳ. τῇ δὲ λέξει καὶ πολὺ τραχύτερός ἐστιν· ὅθεν φημὶ καὶ τοῦτον τὴν φαινομένην, οὐ μὴν οὖσαν ὡς ὄντως δεινότητα ἔχειν· τοπικώτεροι γάρ εἰσιν οἴ λόγοι μᾶλλον αὐτοῦ καὶ καταδρομὴν ἔχοντες ἔστιν οὗ κατὰ τῶν ἀποδεδειγμένων πραγμάτων. χρῆται δὲ πολλαῖς πολλάκις καὶ ταῖς παρεχβάσεσιν, ἐπὶ μύθους καὶ ἱστορίας καὶ ποιήματα φερόμενος, ἅ δὴ τῆς φαινομένης ἐστὶ καὶ αὐτὰ δεινότητος.