Ancient Greek · ~3 min
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 12-2
Not analysed yet
Ἐγγὑς δὲ τῆς ἰδέας ἔστὶ ταύτης καὶ ὁ Κριτίας· διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν. ἔστι γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῷ Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφαντικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, διευκρινῶν, ὥστʼ εἶναι καὶ σαφὴς ἅμα τῷ μεγέθει καὶ εὐκρινής. ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἀπλῶς χρῆται τῷ τοιούτῳ κόσμῳ οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλʼ ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δʼ ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται, οἷον ἐπιεικεία ἢ ἀφελείᾳ ἢ ὅσα τοιαῦτα. Ταῦτα καὶ περὶ Κριτίου. Ἐπεται δὲ τῷ περὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου λόγῳ ὁ περὶ Αυκούργου τοῦ καὶ ὁνομιασθέντος οὕτω ῥήτορος.