Ancient Greek · ~7 min
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 15
Not analysed yet
Ἐκ μέντοι τῶν προειρημένων δῆλον δὴ καί, συνθήκης ὁποίας δεῖ τῷ περικαλλεῖ λόγῳ, καὶ ὅτι μάλιστα μὲν τῆς ἄνευ συγκρούσεως τῶν φωνηέντων, ἔπειτα τῆς μὴ πόρρω μέτρου τινὸς οὔσης καὶ μέτρου γε τοῦ οἰκείου κατὰ τοὺς πόδας τῷ λόγῳ καὶ τῷ εἴδει τοῦ λόγου δηλονότι, ὃ ἂν ἐργαζώμεθα. ἄλλο μὲν γὰρ σεμνοῦ λόγου μέτρον οἰκεῖον, ὡς ἐν τῷ περὶ σεμνότητος ἐλέγομεν, ἄλλο δὲ ἄλλης ἰδέας, ὡς καθʼ ἑκάστην εἰρήκαμεν. εἴπερ δέ τινος ἄλλου, ὁ περικαλλὴς λόγος τῆς συνθήκης δεῖται· κατὰ γὰρ ταύτην τὸ πλεῖστον αὐτοῦ ἐκφαίνεται, καὶ ἡ ἐπιμέλεια καὶ ὁ κόσμος ἐνταῦθα ἐκπρεπής. διόπερ δεῖ μάλιστα, καλὸν ὅτε ποιοῖμεν λόγον, μέτρου πλησίον εἶναι τὸν ῥυθμόν, μὴ μέντοι μέτρον ἄντικρυς· κακία γὰρ τοῦτό γε. διὰ πλειόνων δὲ μέλλων ἀκριβολογεῖσθαι περὶ τούτων παραιτοῦμαι μηδένα δυσχερᾶναι τῇ λεπτολογίᾳ· τὸν γὰρ περὶ ῥυθμῶν τι λέξοντα καὶ ταῦτα τῶν κεκαλλωπισμένων ἀνάγκη πλείονι τῇ ἀκριβείᾳ τε καὶ λεπτότητι χρήσασθαι. Ἀλλʼ ὅθεν ἐξέβην, ἐπανιτέον. γίνεται γάρ, ὡς ἐλέγομεν, τοιοῦτος ὁ ῥυθμὸς κατὰ τὴν συνθήκην, οἷος ἐγγὺς εἶναι τοῦ καὶ ἔμμετρόν πως τὸν λόγον φαίνεσθαι καὶ ἦχόν τινα τοιοῦτον ἀποτελεῖν, εἰ πρῶτον μέν, ὅπερ ἔφην, μὴ συγκρούοι τὰ φωνήεντα· ἔπειτα εἰ οἷ πόδες, ἐξ ὧν σύγκειται ὁ ῥυθμός, οἰκείως ἔχοιεν πρὸς ἀλλήλους καὶ μὴ ἀναρμοστοῦντες τραχύτητα ποιοῖεν· τρίτον, ὃ καὶ μέγιστον, εἰ τὰ μέρη τοῦ λόγου, διʼ ὧν σύγκειται ὁ ῥυθμός, μὴ ἰσοσύλλαβα μηδὲ ἰσόχρονα μηδὲ ἰσότονα εἴη, ἀλλὰ τὰ μὲν ἐλαττόνων, τὰ δὲ πλειόνων καὶ συλλαβῶν καὶ χρόνων, καὶ τὰ μὲν ὀξύτονα, τὰ δὲ μὴ τοιαῦτα, καὶ εἰ διʼ ἀλλήλων ποικίλως συντιθοῖτο ταῦτα, ὥστε μεταξὺ τῶν μακρῶν λέξεων τὰς μικρὰς καὶ τῶν μικρῶν τὰς μεγάλας κεῖσθαι· αὕτη γὰρ μάλιστα ἐπιμελής τε καὶ κεκοσμημένου λόγου συνθήκη.