Ancient Greek
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 16
Not analysed yet
Ἀναπαύσεις δὲ λόγῳ περικαλλεῖ πρέπουσιν οὐχ αἱ βεβηκυῖαι· σεμνότερον γὰρ τοῦτό γε καὶ σεμνῷ κάλλει ἁρμόττει, οἷον «ἐκδεδυκέναι τὰς λειτουργίας»· σεμνὴ γὰρ ἡ ἀνάπαυσις καὶ βεβηκυῖα· ἐμέλησε γὰρ τῷ ῥήτορι τοῦ μὴ διόλου καλλωπίζειν δοκεῖν. τό γε μὴν ἐπιφερόμενον ἔχει τι τοῦ περικαλλοῦς, εἰ καὶ αὐτό πως βεβηκέναι δοκεῖ, «καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· εἰς γὰρ βραχύτερόν τι μέρος τοῦ λόγου κατέληξε καὶ ἕνεκα μὲν τῆς ἐννοίας ἔστηκεν ὁ ῥυθμός —πεπλήρωται γάρ πως ἡ ἔννοια καὶ βέβηκε —,κατὰ δὲ τὴν λέξιν οὐχ ὡσαύτως καίτοι εἰς φωνῆεν τὸ ω καταλήγων, ὅπερ καὶ αὐτὸ σεμνοῦ ἦν ῥυθμοῦ. βεβηκὼς μὲν γὰρ τελέως γίνεται ῥυθμός, εἰ ἅμα τῇ ἐννοίᾳ πληρουμένῃ καὶ εἰς μέρος λόγου τι μακρὸν καὶ εἰς μακρὰν τὴν τελευταίαν καταλήγοι συλλαβήν, οἷον «ὥστʼ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι»· οὐ βεβηκὼς δὲ ῥυθμὸς ἀλλʼ οἷον κρεμάμενος καὶ ἀνηρτημένος ἐξ ἐναντίας τῶν προειρημένων, ὅτε τῆς ἐννοίας μὴ πεπληρωμένης πω, μεταξὺ δέ πως διαναπαυομένης ἡ κατάληξις εἰς βραχὺ μέρος γίνοιτο λόγου καὶ ἤτοι βραχεῖαν ἔχοι τὴν τελευταίαν ἢ πάντως βραχείᾳ παραληγομένην, οἷον «ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἔστίν, ἐάσω» καὶ πάλιν «ἔστι δʼ οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης καὶ πάλιν «κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ» καὶ πάλιν «δίκαιον μὲν οὐδὲν ἐρεῖ»· ταῦτα γὰρ πάντα ῥυθμοί τινές εἰσιν οὐ βεβηκότες ἀλλʼ ἀπηρτημένοι, ὡς εἴρηται, καὶ χρήσιμοί γε οὗτοι τῷ κεκοσμημένῳ λόγῳ· κατʼ αὐτὸ γὰρ τὸ μὴ βεβηκέναι καὶ εὐειδῆ ποιοῦσι τοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν»· ἡ μὲν γὰρ ἔννοια βέβηκεν, ὁ ῥυθμὸς δὲ οὔ οὐδὲ γὰρ τοῦτο ὁ ῥήτωρ ἐβούλετο, ἐπεὶ τοῦ χάριν οὐκ εἶπεν ‘ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνειπεῖν᾿; ἐγὼ μὲν γὰρ ἡγοῦμαι, ὅτι διὰ τὸ μὴ ὅμοιον ἂν γενέσθαι τὸν ἦχον, εἰς μακρὰς πάσας εἰ κατέληγεν, ὅ ἐστι τοῦ βεβηκότος ῥυθμοῦ. οὐ μὴν ἀλλʼ εἴτε βεβηκὼς εἴτε μὴ ὁ τοιοῦτος εἴη ῥυθμός, ἵνα μὴ πάντῃ τῷ Διονυσίῳ, ὃς δοκεῖ περὶ λέξεώς τι πεπραγματεῦσθαι, ἀντιλέγωμεν, δῆλον ὡς τοῦ κάλλους ἐστὶν ἴδιος. ἔτι δὲ μειζόνως τὸ ἐκπρεπὲς τῆς τοιαύτης ἀναπαύσεως τοῦ ῥυθμοῦ φανερὸν γίνεται, εἰ μονοσύλλαβον εἴη τὸ τελευταῖον μέρος τοῦ λόγου, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ» καὶ «Θετταλοὲ δὲ οὐδένα πώποτε ὅντινα οὔ». τεκμήριον δὲ ἐναργέστερον τούτου τὰ μέτρα καὶ τὰ ποιήματα· καὶ γὰρ τῶν ἐπῶν τὰ εἰς μονοσύλλαβόν τι μέρος λόγου ἱστάμενα εὐειδέστερά πως καὶ κρουστικώτερά εἰσιν, ἀλλʼ οὐ σεμνότερα, οἷον «ἔτι δʼ ἀμβροσίη νύξ» καὶ «κάρη τάμοι ἀλλότριος φώς καὶ «Ἀπόλλων Ἀρτέμιδι ξύν» καὶ ὅσα τοιαῦτα. Ταῦτα περὶ τοῦ ἐπιθέτου κάλλους ἐν λόγῳ.