Ancient Greek · ~11 min
Α, Περὶ τραχύτητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2-5
Not analysed yet
Ἔννοιαι τοίνυν εἰσὶ τραχεῖαι πᾶσαι αἱ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων προσώπων ἀπαρακαλύπτως, ὥσπερ τὸ «εἴπερ τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε» καὶ τὸ «ἀλλὰ μανδραγόραν πεπωκόσιν ἢ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις» καὶ πάλιν ἐν Ἐπιστολαῖς «εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε καὶ «ὑμεῖς δὲ ἐκνενευρισμένοι καὶ περιρημένοι χρήματα, συμμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες-, φησίν, «εἰ θεωρικὰ ἢ βοΐδια πέμψουσιν ὑμῖν εἰς τὰς ἑορτάς» καὶ πάλιν «παντάπασι γὰρ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθε »καὶ τὸ «οὔτοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτα ὀνείδη φέρειν »· τουτὶ δὲ ἤδη τῇ μεθόδῳ καὶ λειότερον γέγονεν —ἐν γὰρ τῷ καθόλου εἴρηται καὶ οὐχ ἀπλῶς ἐπετίμησε—, πλὴν ἥ γε ἔννοια τραχεῖα. τοῖς δὲ κώλοις ἄμφω τὰ τελευαῖα ταυτὶ παραδείγματα καὶ ἀκμῆς οὐ πόρρω, ὡς ἐν τῷ περὶ ἀκμῆς ἔσται φανερόν· οὐ μὴν τά γε πρῶτα τοιαῦτα ἦν παραδείγματα, ἀλλὰ καθαρῶς τραχέα. δυσχερὲς δὲ παρὰ τῷ Δημοσθένει καθαρὰν εὑρεῖν τραχύτητα, διὸ καὶ ἐφιλοτιμήθημεν τῶν φανεισῶν μηδεμίαν παραλιπεῖν· δυσχερὲς δὲ εὑρεῖν, διότι πανταχοῦ αὐτὰς ὁ ἀνὴρ τῷ τε συμπλέκειν τισὶ καὶ ταῖς μεθόδοις λειοῖ· ἐπεὶ καὶ τοῦτο, ὃ καὶ αὐτό ἐστιν ἐν Ἐπιστολαῖς «τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ’ ὅτι συμφορὰ φανείη, κακία δὲ οὐδεμία, ὑμετέρα δὲ ἀγνωμοσύνη», τραχὺ μέν ἐστι τῇ ἐννοίᾳ, μεθοδευθὲν δὲ οὕτω καὶ συμπλακὲν τῷ πρὸ αὐτοῦ τε καὶ μετʼ αὐτὸ λειότερόν πως γέγονε· καίτοι καὶ τὸ ἐπαγόμενον ἔχει τι τραχύτητος, ἔστι δὲ τὸ «ἣν τῷ μιεταγνῶναι λύσαιτε». καὶ μὴν καὶ τὸ «ἆ —τί ἂν εἰπὼν μήτε ἁμαρτάνειν δοκοίην μήτε ψευσαίμην; —λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔτε ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονα ἀφήκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες;» τοιοῦτόν ἐστιν, οἷον ἔχειν τέ τινα διόρθωσιν καὶ μετρίαν λειότητα κατὰ τὴν διαπόρησιν. ὅλως τε τοιούτων μὲν παραδειγμάτων οὐκ ἀπορήσεις —λέγω τῶν ἐχόντων τινὰ διόρθωσιν, πολλὰ γὰρ ἔστι τοιαῦτα καὶ παρὰ τῷ ῥήτορι καὶ παρὰ τοῖς ἄλλοις —,καθαρῶς δὲ τραχύτητα παρά γε τούτῳ δυσχερὲς εὑρεῖν· πάνυ γὰρ τῷ τοιούτῳ σπανίως χρῆται, πλὴν εἰ μή τις οἴοιτο ταὐτὸν εἶναι σφοδρότητά τε καὶ τραχύτητα· ἀλλʼ ὅπῃ μὲν ἀλλήλων ταῦτα διαφέρει, μικρὸν ὕστερον φανεῖται. παραδείγμιατα δὲ τῆς ἀπαραμυθήτου τραχύτητος παρὰ μὲν τῷ ῥήτορι καὶ πάνυ ὡς ἔφην ἐστὶ σπάνια, ὁ δὲ Ἀριστογείτων σοι ἄφθονα παρέξεται νὴ Δία, εἰ βούλοιο καὶ παρʼ ἐκείνου λαβεῖν τὰ παραδείγματα, πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τῷ Δεινάρχῳ. Ἀλλὰ περὶ μὲν ἐννοιῶν τῶν ποιουσῶν τὸν τοιοῦτον λόγον τοσαῦτα.