Ancient Greek · ~5 min
Α, Περὶ τραχύτητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-5
Not analysed yet
7 Τῶν ποιουσῶν μέγεθος λόγου καὶ ὄγκον ἔφην μετὰ σεμνότητα ὑπάρχειν τὴν τραχύτητα· μετʼ οὖν τὸν περὶ σεμνότητος λόγον ἕποιτ’ ἂν λέγειν περὶ τραχύτητος. ἡ τραχύτης τοίνυν καὶ νὴ Δία γε ἡ λαμπρότης θεωροῦνται μὲν καὶ καθʼ ἑαυτὰς ἑκατέρα, ὥσπερ καὶ ἡ σεμνότης, εἰσὶ δὲ καὶ τῆς ἀκμῆς ἐργαστικαὶ ὥσπερ ὑποβεβηκυῖαι αὐτῇ οὐ μὴν ἐν ἅπασί γε αὐτῇ διʼ ὧν γίνονται ὑποβεβήκασιν, οἷον ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐστιν ἴδια, τινὰ δὲ καὶ τῆς ἀκμῆς συνεργά· οἷον ἔννοιαι μὲν καὶ λέξεις τραχεῖαι γένοιντʼ ἂν καὶ ἀκμαῖαι, κῶλα δὲ τραχέα οὐκέτι ἀκμαῖα· πάλιν σχήματα μὲν καὶ κῶλα λαμπρὰ ποιεῖ καὶ ἀκμήν, οὐ μὴν ἔννοιαί γε λαμπραὶ ποιοῦσιν ἀκμήν. διὰ τοῦτο τοίνυν οὐχὶ προτάξαντες τὴν ἀκμὴν εἶτα ὡς διὰ τῆς λαμπρότητος καὶ τραχύτητος γινομένην δείκνυμεν, καθάπερ τὴν σαφήνειαν ἐδείκνυμεν ὅτι εὐκρίνειά τε ποιεῖ καὶ καθαρότης, ἀλλʼ ἰδίᾳ περὶ ἑκάστης λέγομεν αὐτῶν· τά τε ἄλλα γὰρ καὶ ὅτι οὐ μόνον διὰ τούτων ἡ ἀκμὴ ἀλλὰ καὶ διά τινων σφοδρότητος ἰδίωον γίνεται, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ φανεῖται· ὥστε ἀναγκαῖον χωρὶς περὶ ἑκάστης εἰπεῖν. καὶ πρῶτόν γε περὶ τῆς τραχύτητος, δὴ ἐναντίον ἐστὶ γλυκύτης· ὁ γὰρ τραχὺς λόγος πικρός τε καὶ ἄγαν ἐπιτιμητικός ἐστιν· ἀλλὰ περὶ μὲν γλυκύτητος καὶ ἡδονῆς ἐν τῷ περὶ ἀφελείας ἡμῖν λελέξεται, νυνὶ δὲ λέγοιμεν ἂν περὶ τῆς τραχύτητος.