Ancient Greek · ~12 min
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2.1-2
Not analysed yet
Κάλλος τοίνυν τὸ ἐν λόγῳ κυρίως μὲν εἴη ἂν τὸ ἐκ πάντων τῶν ποιούντων τὰς ἰδέας αὐτοῦ πάσας, οἷον ἐννοιῶν, μεθόδων, λέξεων καὶ τῶν λοιπῶν, εὐάρμοστον καὶ σύμμετρον μετά τινος ἐμφαινομένης διʼ ὅλου τοῦ λόγου ποιότητος ἤθους μιᾶς πρεπούσης τῇ ἰδέᾳ, καθάπερ ἐν σώματι χρῶμα. λέγω δὲ ταὐτόν, εἴτε κατὰ μίαν αὐτῶν ἑκάστην ἐργάζεσθαί τις προαιροῖτο εἴτε καὶ πάσας μιγνύς, ὡς πεφύκασι μίγνυσθαι, τὸν ποικίλον τε καὶ Δημοσθενικὸν καὶ ὡς ὄντως πολιτικὸν μετιὼν λόγον, εἴτε καὶ τινὰς αὐτῶν τισὶ συναρμόττειν. ἐπειδὴ γὰρ καθόλου τὸ κάλλος ἐστὶ συμμετρία μελῶν καὶ μερῶν μετʼ εὐχροίας, διʼ ὧν δὴ λόγος τις γίνεται, εἴτε ἰδεῶν ὅλων μιγνυμένων εἰς ταὐτὸν εἴτε καὶ τῶν συμιπληρούντων ἑκάστην ἰδέαν —ταῦτα γὰρ οἷον μέλη καὶ μέρη ἐστὶν αὐτοῦ —,δεῖ δήπουθεν, εἰ μέλλοι καλὸς ἔσεσθαι, ἄν τε ποικίλος ἄν τε μονοειδὴς ᾖ, συμμετρίαν ἔχειν τούτων, ὅ ἐστιν εὐαρμοστίαν, καί τινα ἐπανθεῖν αὐτῷ οἷον εὔχροιαν, τὴν ἐμφαινομένην διόλου μίαν τοῦ ἤθους ποιότητα, ἣν δὴ καὶ φύσει τινὲς χρῶμα λόγου ὀνομάζουσι. καὶ τοῦτό ἐστι τὸ κάλλος, ὅ μοι δοκεῖ καὶ ὁ Πλάτων εἰπεῖν φάσκων δεῖν ἔχειν τὸν λόγον κεφαλήν τε καὶ ἄκρα καὶ μέσα πρέποντα ἀλλήλοις τε καὶ τῷ ὅλῳ σώματι, ἀλλὰ μὴ χύδην ἕκαστα βεβλῆσθαι, εἰ καὶ καλὰ εἴη καθʼ ἑαυτά· οὐ γὰρ δύνασθαί ποτε οὕτω γενέσθαι καλὸν λόγον. καὶ τοῦτο αἰτιᾶταί γε τοῦ Δυσίου Ἐρωτικοῦ, ὡς ταῖς ἐννοίαις οὐκ εὐαρμόστως αὐτοῦ χρησαμένου οὐδὲ τῇ τάξει, οὐ μὴν τὰς ἐννοίας γε αὐτὰς αἰτιᾶται οὐδὲ τὴν λέξιν· ἐπεὶ ταῖς γʼ ἐννοίαις καὶ αὐτὸς χρῆται ταῖς αὐταῖς, τὴν δʼ αὖ λέξιν καὶ πάνυ ἐπαινεῖ, σφόδρα εὖ φάσκων τοῖς τε ὁνόμιασι καὶ τοῖς ῥήμασι τὸν λόγον ἀποτετορνεῦσθαι καὶ οὐκ ἀγεννῶς εἰρῆσθαι τὸ ἐπιὸν τῷ ῥήτορι. ἀλλὰ περὶ μὲν Δυσίου καὶ τοῦ Δυσίου λόγου εἴτʼ οὖν παντὸς εἴτε καὶ αὐτοῦ μόνου τοῦ Ἐρωτικοῦ τὰ νῦν ἀναβεβλήσθω, ἐπὶ δὲ τὸ προτεθὲν ἐπανιτέον. κάλλος γὰρ λόγου κυρίως μὲν ὃ προείρηται εἶναι λέγοιτʼ ἄν· ἐπεὶ δʼ ἔστι τινὰ ἃ δὴ σαφῶς ἐκπρέπει κείμενος ἔξωθεν κομμωτικός, ᾧ μόνῳ καὶ τὸ τοῦ κάλλους τινὲς τοῦ ἐν λόγῳ ἀπέδοσαν ὄνομα, περὶ οὗ καὶ Ἰσοκράτης φησίν, ὅτι τοὺς ἀκούοντας ἐπισημαίνεσθαι καὶ θορυβεῖν ποιεῖ (περὶ παρισώσεων καὶ τοιούτων τινῶν λέγων ταῦτʼ εἴρηκεν ἐν Παναθηναϊκῷ), φαίνεται δὲ οὐκ ὀλίγῳ καὶ τούτῳ χρησάμενος ὁ Δημοσθένης, καὶ ἀναγκαῖον ὂν οὐδενὸς ἧττον τῶν τε προειρημένων ἱδεῶν τοῦ λόγου καὶ τῶν ῥηθήσεσθαι μελλουσῶν —ἐπειδὴ ταῦτα οὕτως ἔχει, δεῖ δὴ καὶ περὶ τούτου τοῦ κάλλους εἰπεῖν. —Εἰδέναι οὖν χρὴ πρῶτον, ὅτι τὸ τοιοῦτον κάλλος περὶ τὴν λέξιν μόνην ἐστὶ καὶ τὰ ἑπόμενα τῇ λέξει, σχήματα λέγω καὶ κῶλα συνθήκας τε καὶ ἀναπαύσεις καὶ τὸ ἐκ τούτων γινόμενον τοὺς ῥυθμούς· ἔννοιαι δὲ αὐταὶ καθʼ ἑαυτὰς ἢ μέθοδοί τινες τοῦ τοιούτου κάλλους οὔκ εἰσι, πλὴν εἴ τις λέγοι τὴν δριμύτητα, περὶ ἧς ὀλίγον ὕστερον ἐροῦμεν, ὅτε περὶ ἀφελείας τε καὶ γλυκύτητος λέγομεν. Ἀλλὰ πρῶτόν γε περὶ τῶν λέξεων· περὶ γὰρ τῶν ὁμολογουμένων πρῶτον λεκτέον.