Ancient Greek
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-8
Not analysed yet
Λέξις τοίνυν καλὴ πᾶσα, ἥπερ καὶ καθαρά. αἱ γὰρ τραχεῖαι καὶ τροπικαὶ ἐναργεῖς μὲν εἶεν ἂν καὶ ἴσως καὶ ἄλλο τι, ὥσπερ καὶ τὸ «ἐμὲ γοῦν, ὦ Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε» καὶ τὸ ῾ἐκνενευρισμένοιʼ καὶ ὅσαι τοιαῦται, καλαὶ δὲ ὡς ἐν τοιούτῳ κάλλει οὔκ εἰσι. ταῦτά τοι καὶ ὁ Ἰσοκράτης μάλιστα κάλλους πεφροντικὼς ἥκιστα ἐχρήσατο ταῖς τροπικαῖς. πλεῖον δὲ τὸ τῆς ἐπιμελείας καὶ τοῦ κάλλους ἔχουσιν αἱ μικραὶ τῶν λέξεων καὶ διʼ ὀλίγων συγκείμεναι συλλαβῶν, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ».