Ancient Greek
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-13
Not analysed yet
Τᾷ δὲ σαίῳ πρὸς ἐκείνοις, ἅ τὸν ἀπλῶς ποιεῖ πολιτικὸν λόγον, πολὺ τὸ τῆς γοργότητος ὡς ἐγγύς εἶναι τοῦ καλλίστου λόγου τῶν πολιτικῶν καὶ τὸ ἐπιμελὲς περιττότερον ἠ κατὰ Αυσίαν περιβολή τε ὡσαύτως καὶ τὰ λοιπὰ τοῦ μεγέθους εἴδη καί που καὶ ἀκμῆς ἔμφασις, ὡς ἀπολείπεσθαι μὲν τοῦ Δημοσθενικοῦ κατὰ ταῦτα οὐκ ὀλίγῳ, ὑπερβάλλειν δὲ καὶ πολλῷ τὸν Λυσίαν. δεινότης δὲ ἡ κατὰ μέθοδον πολλὴ μὲν καὶ παρὰ τούτῳ, δεινότερος δὲ ὁ Αυσίας.