Ancient Greek · ~3 min
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-12
Not analysed yet
Ὁ δʼ ‘Υπερίδης τὸ μὲν ἐπιμελὲς ἤκιστα ἔχει, διὸ καὶ ἧττον δυνατὸς εἶναι πως δοκεῖ· μέγεθος δὲ αὐτῷ ἐστιν ὑπέρογκον, σκληρὸν δὲ τοῦτο καὶ οὐ κεκραμένον, ὥστε μὴ σφόδρα εὗ τῷ ἠθικῷ τε καὶ καθαρῷ κεκράσθαι. κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ ἢ κατὰ τὴν παρὰ τῷ Αυσίᾳ τε καὶ σαίῳ καὶ ἔτι τῷ κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ ‘Υπερίδῃ κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἥ καὶ φαίνεται καὶ ἔστιν, οὐχὶ τὴν κατὰ μέθοδον μόνην, σπανίως μέντοι, ὅπου γε καὶ παρὰ τῷ ημοσθένει σπάνιον τοῦτο. ἴδιον δὲ Τπερίδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέστερόν πως καὶ ἀμελέστερον χρῆσθαι, ὥσπερ ὅταν ‘μονώτατοςʼ λέγῃ καὶ γαλεάγραʼ καὶ ἐκκοκκύζεινʼ καὶ ἔστηλοκόπηταιʼ καὶ ἐπήβολοςʼ καὶ ὅσα τοιαῦτα.