Ancient Greek
Α, Περὶ λαμπρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-5
Not analysed yet
Μεθοδεύσεις δὲ λαμπρῶς, ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐννοίας, ὅταν ὡς θἁρρῶν μετὰ ἀξιώματος ἀλλὰ μὴ ἐνδοιάζων, ὅταν ἀφηγούμενος καὶ μὴ διακόπτων τὰς ἀφηγήσεις, εἴ σοι τούτου μέλοι, τῆς διαρκοῦς λέγω λαμπρότητος· ἐπεὶ τὸ «σαυτῇ τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» τοῦτο λαμπρὸν ἅπαν ὄν, εἶτα διακοπὲν καὶ μεταξὺ τῶν δύο κώλων προσλαβὸν τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων» ἐνεποδίσθη κατὰ τὴν μέθοδον πρὸς τὸ ἄγαν εἶναι λαμπρόν· οὐ γὰρ ὅμοιον δήπουθεν ἦν ἀπολελυμένως εἰπεῖν, ὥσπερ καὶ τὸ παράδειγμα ἐθήκαμεν, ἢ διακόψαντα ἐκείνως οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ ἀπιστίαν καὶ μῖσος τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμια» καὶ τὰ ἐξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν, ἀλλὰ πᾶσι»· διέκοψε γὰρ καὶ οὐκ εἴασε φανῆναι τοῦ λόγου τὸ ἄγαν λαμπρὸν τῇ διακοπῇ καὶ ὑποστροφῇ. —Ἐτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἔνδοξα ἐνδοξοτέρως λέγειν, ὥσπερ ἐκεῖνο εἴρηται τὸ «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἐξῆς. τοῦτο γὰρ παράδειγμα μὲν ἔνδοξον, οἶον ‘ὀρθῶς συνεβούλευσα ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων κινδυνεύειν· οὕτω γὰρ ἐποίουν καὶ οἴ ἐν Μαραθῶνι προκινδυνεύσαντεςʼ· ὃ δὲ εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρὸν ‘οὐχ ἥμαρτον ταῦτα συμβουλεύσας, οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσανταςʼ καὶ τὰ ἑξῆς.