Ancient Greek
Α, Περὶ λαμπρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2-7
Not analysed yet
Γίνεται τοίνυν λόγος λαμπρὸς κατὰ ἔννοιαν μέν, ὅταν πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων, ἐφʼ οἷς ἄν λέγῃ, ἢ διὰ τὸ ἔνδοξα εἶναι ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι αὐτῷ ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις τούς ἀκούοντας ἢ καὶ διὰ πάντα ταῦτα· ὅλως τε ἐπὶ τοῖς διαπρεπέσι τῶν ἔργων καὶ ἐφʼ οἷς ἔστι λαμπρύνεσθαι ὡς ἀληθῶς, ὅπερ φησὶν Ἡρόδοτος ἐλλάμψασθαι, ἐπὶ τούτοις ἐστὶ καὶ ἡ λαμπρότης· οἶον «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλʼ ἐὰν βούλῃ τὸν ἐμὸν τειχισμόν» καὶ τὰ ἑξῆς, καὶ πάλιν «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος», καὶ πάλιν «ταῦτα ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθʼ ὑμῶν οἱ πρεσβύτεροι, οἲ Λακεδαιμονίους καὶ τὰ ἐξῆς, καὶ πάλιν «ὑμεῖς τοίνυν, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «ἐξήλθετε εἰς Ἁλίαρτον». πολλὰ δὲ καὶ τοῦ τοιούτου παραδείγματα ἐν τῶ Περὶ τοῦ στεφάνου διὰ τὸ φύσει ἀξιωματικὸν τοῦ λόγου καὶ λαμπρόν. Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ αἰ τοιαῦται λαμπραί.