Ancient Greek · ~2 min
Α, Περὶ ἀκμῆς.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-6
Not analysed yet
Λέξεις δὲ αἵ τε αὐτῶν τούτων τῶν ἰδεῶν καὶ ἔτι αἱ τῆς λαμπρότητος μεμιγμέναι, οἷον «τνόσημα γάρ, Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπὸν καὶ πολλῆς τινος εὐτυχίας καὶ τῆς παρʼ ὑμῶν ἐπιμελείας δεόμενον»· ἡ γὰρ τροπὴ τραχέος οὖσα καὶ σφοδροῦ λόγου ἡ «νόσημα γάρ» ἑτέρως πως διῆρται ὡς ἐν λαμπρότητι καὶ οὐ μᾶλλον τραχύτητα ἐνταῦθα ἐμφαίνει ἢ λαμπρότητα. περὶ δὲ τῶν τοιούτων ὀνοἱκανῶς οἶμαι ἐν τῷ περὶ σεμνότητος ἡμῖν εἰρῆσθαι.