Ancient Greek · ~10 min
Α, Περὶ ἀκμῆς.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-6
Not analysed yet
Καὶ μὴν καὶ σχήματα ἀκμιαστικά, ὅσα καὶ ἐν λαμπρότητι καὶ σφοδρότητι. κατὰ μὲν γὰρ λαμπρότητος σχῆμα ἀκμὴ γέγονεν ἐν τῷ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον» καὶ πάλιν «πλεονέκτημα, ὧ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ»· ἐξ ἀποστάσεως γὰρ εἰσῆκται. κἀκεῖνα δὲ τοιαῦτα· «μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς, ὃν ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα βούληται καὶ τὸ «πολλὰ ἂν εἰπεῖν ἑχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο» καὶ «ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐξῆς προθύμους εἶναι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». ταῦτα δὲ καὶ πλέον ἔχει τι· οὐδὲ γὰρ ἐξ ἀποστάσεως εἰσῆκται ὥσπερ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ καὶ τὸ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως», ἀλλʼ ἀπροσδοκήτως ἐξ ἐπεμβολῆς. διὸ καὶ μειζόνως ἐκλάμπει καὶ πλέον ἔχει τὸ φαιδρὸν ἡ ἀκμή· κυρίως γὰρ τοῦτʼ ἂν ἀπόστασις εἴη, ἐὰν δὲ καταστήσας εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον, ἧττον ἐμφαίνεται τὸ ἀποστατικόν, οἷον τοσοῦτον ὑπειπὼν «πλεονέκτημα, ὦ Ἀθηναῖοι» καὶ τὰ ἐξῆς· προσδοκήσασι γὰρ ἡμῖν ἐνταῦθα ἡ ἀπόστασις ὤφθη· ἐκεῖ δὲ οὐ πάνυ τι τὸ ἀποστατικόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι καὶ τὰ ἐξῆς. —Ἀλλʼ ὅπερ ἐλέγομεν, κατὰ μὲν λαμπρότητος σχήματα οὕτως ἀκμὴ γίνεται· κατὰ δʼ αὖ σφοδρότητος αἱ ἀποστροφαὶ δηλονότι καὶ οἱ ἔλεγχοι ποιοῖεν ἂν τὴν ἀκμήν, οἷον τὸ «πότερον αὐτὴν ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν» καὶ τὰ ἐξῆς, καὶ πάλιν «οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα». οὐ δεῖ δὲ θαυμάζειν, εἴ πού τις ἀποστροφή, καίτοι λεγόντων ἡμῶν σφοδρότητος εἶναι τὸ σχῆμα, ὅμως καὶ ἦθος ἔχει τι, ὥσπερ τὸ «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον»· μεθωδεύθη γὰρ οὕτως, ὥστε μὴ δόξαι πικρῶς λέγεσθαι διὰ τὴν ὑπόληψιν τοῦ προσώπου τοῦ Λεπτίνου καὶ μηδέν γε ἧττον ἔχειν τὴν σφοδρότητα. ἐμφαίνεται γὰρ καὶ ἐν τῷ ἤθει. ὅτι δὲ καὶ ἦθος ποιεῖν σφοδρότητα οὐδὲν κωλύει, αἱ εἰρωνεῖαι δηλοῦσι πᾶσαι, οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;» καὶ πάλιν «τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε καὶ μυρία ἄλλα. κἀκεῖνα μέντοι ἠθικῶς ἅμα καὶ σφοδρῶς εἴρηται τὸ «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἀλλὰ πρὸς τοὺς ζῶντας, ὧ χρηστέ καὶ τὰ ἐξῆς.