Ancient Greek · ~5 min
Β, Περὶ γορχότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-9
Not analysed yet
Μέθοδος τοίνυν ὅπερ ἔλεγον γοργότητος μία, τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις ταῖς τε ἀντιθέσεσιν ὡσαύτως, οἷον «τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθε ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλʼ ὑπῆρχεν ἅπασιν. ἀλλʼ ἐπὶ τὸν πόλεμον; ἀλλʼ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε» καὶ πάλιν «ναί, φησίν· ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν; καὶ νὴ Δία εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε· ἀλλʼ ὅμως δεῖ σῶς αὐτοὺς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· ταῦτα γάρ πώς εἰσι καὶ ὀξέα. —Περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως καὶ ὅσα εἴδη αὐτῆς καὶ ὡς δεῖ παραλαμβάνειν ἕκαστον, ἐν τῷ περὶ δεινότητος ἡμῖν ἀκριβῶς λελέξεται. —Ἡ δὲ ἀποστροφὴ οἷον «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν» δοκεῖ μέν πως εἶναι μέθοδός τις, οὐ μὴν ἔμοιγε φαίνεται, ἀλλʼ εἶναι μᾶλλον σχῆμα· εἴτε δὲ σχῆμα εἴτε μέθοδός τίς ἐστιν ἡ ἀποστοφή, τῶν ποιούντων ἐστὶ καὶ αὐτὸ γοργὸν τὸν λόγον, καὶ μάλιστα εἰ συνεχῶς γίνοιτο· ἡ γὰρ μετάβασις ἡ νῦν μὲν ἐπὶ τοὺς δικαστάς, νῦν δὲ ἐπὶ τὸν ἀντίδικον ἢ ὁντινοῦν κινεῖ πως καὶ γοργὸν ποιεῖ τὸν λόγον. Ἀλλὰ μέθοδος μὲν αὕτη γοργότητος ἢ καὶ μέθοδοι.