Ancient Greek · ~15 min
Β, Περὶ δειυότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3.1-3
Not analysed yet
Τούτων δὲ τοῦ μὲν καὶ ὄντος δεινοῦ καὶ δοκοῦντος εἶναι τοιούτου παραδείγματα οἵ τε Κατὰ Φιλίππου λόγοι καὶ σχεδὸν ἅπαντες οἱ Φιλιππικοὶ καὶ τῶν δημοσίων οἱ πολλοί· καὶ γὰρ βούλεται δοκεῖν δεινὸς εἶναι λέγειν ἐνταῦθα, ὅς γε καὶ ὁμολογεῖ ζηλοῦν τὸν περιφανῶς δεινότατον γεγονότα λέγειν τὸν Περικλέα, καὶ οὐ μόνον φαίνεται τοιοῦτος ἐνταῦθα, ἀλλὰ καὶ ἔστι. καὶ ἔστι μὲν οὕτως ἐνταῦθα δεινός, ὥσπερ καὶ ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, εἰς δέον καὶ κατὰ καιρὸν εἴδει τινὶ λόγου χρησάμενος· κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τοῦτο αὐτὸν ἀπαιτοῦντος τοῦ λόγου· διότι δέ, οὐχὶ νῦν καιρὸς εἰπεῖν. Ἀλλʼ ἐκεῖσε ἐπανιτέον. ἔστι μὲν γὰρ οὕτως ἐνταῦθα δεινός, δοκεῖ δὲ εἶναι καὶ φαίνεται δεινὸς τῷ λέγειν οὕτως καὶ τοιαῦτα, οἷα πάντας αἰσθέσθαι, ὡς οὐ κατὰ τοὺς πολλούς ἐστι τὰ λεγόμενα οὔτε ταῖς ἐννοίαις οὔτε τοῖς λοιποῖς. ―Τοιγαροῦν ἔννοιαι μὲν τῆς τοιαύτης δεινότητος αἱ παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ ὅλως αἱ περιτοῦθʼ, ὃ δυσμαχώτατόν ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον ὑμῖν» καὶ πάλιν «ὃ γάρ ἐστι χείριστον ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει» καὶ πάλιν, ὃ δὴ καὶ βίαιόν ἐστι διαφερόντως ἐν τῷ Παραπρεσβείας, οἷον «ἔγὼ δὲ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα»· καὶ πάλιν τὸ ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου περινενοημένως εἰρημένον, οἷον «οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις, ἃ διώκει, συκοφαντῶν φανήσεται» καὶ τὰ ἑξῆς οἷον «οὐκοῦν ἃ μὲν ἐπέδωκα. ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων μοι γενέσθαι, ταῦτʼ ἔσθʼ, ἃ διώκεις», καὶ τὸ ἐνθύμημα δὲ τοιοῦτον τὸ ἐφεξῆς, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι. τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» πάνυ γὰρ περινενοημένως διόλου ἐνταῦθα τῷ λόγῳ κέχρηται· ῾ἐπειδὴ οὐκ ᾐτιάσωʼ, φησί, ῾τὸ ἐπιδοῦναι, ὁμολογεῖς καὶ τὸ ἐπʼ αὐτῷ τι ἀντιλαβεῖν ἔννομον εἶναι· εἰ γὰρ μὴ ἐκεῖνο παράνομον, οὐδὲ τοῦτο᾿. ἀλλʼ ἡ μὲν ἔννοια τοιαύτη. οὐ μὴν οὔτε ἡ μέθοδος οὔτε ἡ ἐξαγγελία δοκεῖ πως φαίνεσθαι δεινή, εἰ καὶ ἔστι τοιαύτη ἑκατέρα, ἀληθινὴ δὲ μᾶλλον καὶ ἠθικὴ μετὰ κάλλους καὶ σφοδρότητος φαίνεται. δῆλον δὲ τοῦτο κὰκ τῶν ἐφεξῆς εἰρημένων ἐστίν, ὅτι σφοδρὰ ταῦτα καὶ ἠθικὰ ἦν, ἐν δέοντι δὲ οὕτως εἰσήχθη. οὐκοῦν ἔννοιαι μὲν αὗται καὶ αἱ τοιαῦται λόγου τοῦ καὶ ὄντος ἀληθῶς δεινοῦ καὶ δοκοῦντος εἶναι καὶ ἔτι πρὸς ταύταις αἱ τὸ μέγεθος ποιοῦσαι σχεδὸν ἅπασαι, οἷον ἀκμή, σεμνότης, αἱ λοιπαί. —Μέθοδοι δὲ ὡσαύτως, ὁπόσαι τε ἐοίκασι ταῖς προειρημέναις ἐννοίαις, λέγω ταῖς περινενοημέναις καὶ βαθεἴαις, κοὺ ἅτι πᾶσαι αἱ ἴδιαι τῶν τὸ μέγεθος ποιουσῶν ἰδεῶν· ὅθεν καὶ νομίζουσιν οἱ πολλοὶ ταῦτʼ εἶναι μόνον δεινότητα. —Καὶ γὰρ καὶ ἡ λέξις ἡ τούτων τῶν ἰδεῶν ἁρμόττει τῇ οὔσῃ καὶ φαινομένῃ δεινότητι· αἱ γὰρ σεμναὶ καὶ τραχεῖαι καὶ σφοδραὶ καὶ ὅλως αἱ τετραμμέναι δειναί τέ εἰσιν ὡς ὄντως διʼ ἐνάργειαν, ὅτε τι πρᾶγμα διʼ ἐναργείας σημαίνοιεν, εἰς δέον παραλαμβανόμεναι, καὶ φαίνονται τοιαῦται διὰ τὸ αὐτό. —Σχήματα δὲ καὶ συνθήκη τά τε λοιπὰ ἐφεξῆς ἅπαντα οὐχ, ὅσα δὴ πασῶν ἦν τῶν ποιουσῶν τὸ μέγεθος ἰδεῶν, ταῦτά ἐστι καὶ τῆς δεινότητος, ἀλλʼ ἅπερ τῆς σεμνότητος ἦν καὶ ἀκμῆς λαμπρότητός τε καὶ περιβολῆς. μάλιστα δὲ τῆς ἰδέας ταύτης καὶ τὸ κατὰ συστροφὴν σχῆμα οἰκεῖον· δυνάμει γὰρ μεγάλῃ φύσει τε κέχρηται καὶ φαίνεται χρώμενον, οἷον «ὁ γὰρ Μεσήνην Αακεδαιμονίοις ἀφιέναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;» καὶ πάλιν «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος» καὶ τὰ ἑξῆς, καὶ τὸ «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ τοιαῦτα. Ἀλλʼ ὁ μὲν καὶ ὢν καὶ δοκῶν εἶναι δεινὸς λόγος οὕτω γίνεται.