Ancient Greek · ~6 min
Β, Περὶ δειυότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-11
Not analysed yet
Τοῦ δʼ αὖ μὴ δοκοῦντος μὲν εἶναι δεινοῦ, ὄντος δὲ ὡς ἀληθῶς τοιούτου παραδείγματά εἰσι σχεδὸν ἅπαντες οἱ ἰδιωτικοὶ τοῦ Δημοσθένους λόγοι, καὶ τῶν δημοσίων δὲ οὐκ ὀλίγα μέρη· τά γε μὴν τοῦ Λυσίου θαρρῶν ἴσως εἴποι τις ἂν ὅτι πάντα. γίνεται δὲ κατʼ ἔννοιαν μὲν οὐδαμῶς, ἐν δὲ τῇ μεθόδῳ, καθάπερ ἔφθην εἰπών, τὴν πλείστην μᾶλλον δὲ τὴν πᾶσαν ἔχει δύναμιν ἡ τοιαύτη δεινότης καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν παραδειγμάτων. τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοις τῇ λέξει, οἷον σχήμασι, κώλοις, συνθήκαις, ἀναπαύσεσι, ῥυθμοῖς, τὸ πᾶσι δὴ τούτοις ἠθικῶς καὶ ἀφελῶς καὶ ἀνειμένως δοκοῦντα λέγειν ὑπορύττειν πως καὶ κατασκευάζειν, ἃ βούλεταί τις, μᾶλλον, ἢ εἰ μὴ ἀνειμένως μηδʼ ἀφελῶς ἐδόκει λέγειν, καὶ τοῦτο καὶ ἐν προοιμίοις καὶ ἐν καταστάσεσι καὶ ἐν τοῖς ἄλλοις ἅπασι ποιεῖ σφόδρα οἶμαι δεινοῦ λόγου, οὐ μὴν δοκοῦντός γε εἶναι τοιούτου. τοῦτο δʼ αὖ καὶ τῆς ὄντως δεινότητός ἐστι, τὸ δοκεῖν ἀφελῆ τινα καὶ ἁπλοϊκὸν παρέχεσθαι λόγον καὶ αὐτόν πως εἷναι δοκεῖν τοιοῦτον, πᾶν τοὐναντίον ὄντα τε καὶ ποιοῦντα κατὰ τὸν λόγον. οὐ μὴν δίαρμά γε οὐδὲ ἀξίωμά τι δύναιτʼ ἂν ἔχειν ὁ τοιοῦτος λόγος οὐδὲ τοῖς ὅλοις εἶναι δεινός, εἰ διόλου τοῦτον ἐργάζοιτό τις αὐτὸν τὸν τρόπον, ἐπεὶ καὶ βίας πολλάκις καὶ βαθύτητος δεῖ καὶ μεγέθους τινός, οἷς ὁ μὲν ῥήτωρ χρῆται κἀνταῦθα, λέγω καὶ ἐν ἰδιωτικοῖς, Λυσίας δὲ καὶ οἱ κατὰ Λυσίαν ἧττον, ἵνʼ ἀσφαλῶς ἀποφαίνηταί τις, ἐπεὶ τάχʼ ἄν, περὶ τούτων εἰ δεῖ λέγειν, ἢ βραχέα ἢ οὐδὲ ὅλως τούτοις ἐκεῖνοί γε χρησάμενοι φαίνονται. Δύο μὲν δὴ ταῦτα δεινότητος εἴδη.