Ancient Greek · ~4 min
Β, Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-10
Not analysed yet
Λοιπὸν εἶδος δριμύτητος τρίτον ἐστίν, ᾧ καὶ αὐτῷ ὁ ῥήτωρ κέχρηται. γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾷ μηδὲ σκληρᾷ κατʼ ἀκολουθίαν ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον τοῦ προειρημένου, οἷον «ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ»· τὸ γὰρ ‘ἤνθησεʼ τροπικὸν μέν, οὐ μὴν αὐστηρὸν οὐδὲ σκληρόν, τὸ δὲ ‘καταρρεῖ’ σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ τὸ ἐξ ἀκολουθίας εἰρῆσθαι· ἐπὶ γὰρ τῶν ἀνθέων τῶν μαραινομένων τὸ καταρρεῖν σχεδὸν κυρίως λέγεται, ἤδη δὲ αὐτοῦ τὴν ἄγαν σκληρότητα καὶ τὸ παρακείμενον αὐτῷ ἀφεῖλε, λέγω τὸ «τῷ χρόνῳ δὲ φωρᾶται». ὅμοιον τούτῳ καὶ τὸ Εὐριπίδου ἐν Πολυΐδῳ «εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἵπτατο ὁ κύματʼ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν τὸν παῖδʼ ἐν ὑγροῖς κύμασι τεθνηκέναι»· τῷ γὰρ ‘οἰκῶν’ παράκειται τὸ ‘ἡρμήνευσεν ἄν’, καθʼ αὑτὸ δʼ ἂν ἦν σκληρόν πως. Τοσαῦτα καὶ περὶ τῆς δριμύτητός τε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇ τε ἀφελείᾳ καὶ τῇ γλυκύτητι.