Ancient Greek · ~3 min
Β, Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
Hermogenes, Περὶ ἰδεῶν λόγου 5-11
Not analysed yet
Ὁ δὲ περὶ ἡδονῆς οὗτος καὶ γλυκύτητος ἡμῖν ῥηθεὶς λόγος ἅπας ὁ αὐτὸς ἂν εἴη δήπου τῷ περὶ ἁβρότητος καὶ περὶ τοῦ ὡραίου λεγομένου λόγου καὶ εἴ τι τοιουτότροπον· ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων τι τῶν ἰδίων γλυκύτητος μεθοδεύωμέν τε οὕτως καὶ ἑρμηνεύωμεν διʼ ἐπιθέτων καὶ ποιητικῶν ὀνομάτων παρισῶμέν τε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέν τε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς, ὡραῖος καὶ ἁβρὸς κατʼ ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται· ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα ἡ ἐν λόγῳ ἁβρότητος ἢ γλυκύτητος ἤ τινος ἄλλου τοιουτοτρόπου.