Ancient Greek · ~3 min
Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-13
Not analysed yet
Ἀλλὰ περὶ μὲν τῶν κατὰ τὸ τοιοῦτον τῶν πανηγυρικῶν εἶδος λόγων εὐδοκιμούντων ἀνδρῶν, μεθʼ ὧν καὶ τὸν ἔικόστρατον ἐτάξαμεν, τοσαῦτα εἰρήσθω. ἐξῆς δʼ ἂν λέγοιμεν περὶ τῶν κατὰ τὸ ἴστορικὸν εἶδος ἐλλογίμων. οἱ γὰρ σοκράτους τε καὶ Αυσίου Ὀλυμπικοί τε καὶ Παναθηναῖκοὶ καὶ αὐτὸ τοῦτο Πανηγυρικοί, κἂν ἐπιγράφωνται οὕτω Πανηγυρικοί, δῆλόν ἐστιν ὡς ἄλλο τι βούλονται· μετρίως γάρ πωος ἔχουσι τὸ πανηγυρικὸν καὶ ὅσον τάχα ἄν καὶ συμβουλή τις ἢ δικανικὸς λόγος δέξαιτο· εἰ δὲ ἄρα καὶ ταύτης εἶεν τῆς ἰδέας τά τε ἄλλα καὶ διὰ τὸν κόσμιον τὸν περὶ τὴν συνθήκην τοῦ σοκράτους, ἀρκεῖ τὰ λεχθέντα περὶ αὐτῶν ἐν τοῖς περὶ τῶν δικανικῶν τε καὶ συμβουλευτικῶν ἀνδρῶν εἰρημένοις. ἀλλὰ λεκτέον γε ἤδη καὶ περὶ τῶν ἱστορικῶν πλὴν Ξενοφῶντος· ὁποῖος γὰρ εἰς τούς λόγους ὁ ἀνήρ, ὀλίγῳ πρότερον εἰρήκαμεν.