Ancient Greek
Α, Περὶ τραχύτητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-3
Not analysed yet
Λέξις δὲ τραχεῖα ἡ τετραμμένη καὶ ἀφʼἑαυτῆς σκληρά, οἷόν ἐστι καὶ τὸ «τκαταπεπατημένον φορεῖτε» καὶ τὸ ‘ἐκλέλυσθε, ὦ Ἀθηναῖοι, καὶ ἀναπεπτωκότες κάθησθεʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «κατεσθίων κατέφαγε» καὶ τὸ «διορωορυγμένοι κατὰ πόλεις» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα» καὶ ὅσα τοιαῦτα. αὗται μὲν οὖν διὰ τὸ τετράφθαι εἰσὶ τραχεῖαι· ἀφʼ ἑαυτῶν δὲ σκληραὶ αἱ τοιαῦται, οἷον ‘ἀταρπόςʼ, ‘ἔμαρπτενʼ, ‘ἔγναψεʼ καὶ ὅσαι τοιαῦται. ἔχει δέ τι τοιοῦτο καὶ τὸ ‘περικόπτωνʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι. Ἀλλὰ λέξεις μὲν αὗται τραχεῖαι.