Ancient Greek · ~3 min
Α, Περὶ τραχύτητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 5-4
Not analysed yet
Σχήματα δὲ τραχέα μάλιστα μὲν τὰ προστακτικά, οἷον «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψψασθεx, ἔπειτα τὰ κατʼ ἐρώτησιν ἐλεγκτικά, οἷον «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε»; καὶ πάλιν «οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι;» καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ» καὶ τὰ ἑξῆς· εἰ γὰρ ἀφέλοι τις τῆς ἐννοίας ταύτης τὴν μέθοδον καὶ τὸ παράδειγμα εἶναι, προηγουμένως δὲ λέγειν αὐτό τις θείη τὸν Δημοσθένην ἤ τινα ἕτερον καὶ καθʼ ὑποκειμένου, ἀλλὰ μὴ ὡς εἰπόντος τινὸς ἀναμιμνῄσκοντα, σφόδρα ἔσται τραχεῖα καὶ διαφερόντως γε κατὰ τὰ σχήματα. Δέχεται μέντοι ἡ τραχύτης κατὰ δεύτερον καὶ τρίτον λόγον σχεδὸν ἅπαντα τὰ σχήματα, ὥσπερ οἶμαι καὶ αἱ ἄλλαι ἰδέαι· ἀλλὰ τά γε οἰκεῖα αὐτῆς ταῦτα.