Ancient Greek
Α, Περὶ σφοδρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-4
Not analysed yet
Σχῆμα δὲ σφοδρὸν τὸ κατὰ ἀποστροφήν, οἷον «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν»· καὶ ἡ ἐρώτησις δὲ ἡ τοῦ ὑποκειμένου προσώπου ἀποστροφή ἐστι καὶ ἔχει πρὸς τῇ σφοδρότητι καὶ ἐλεγκτικόν τι, διὸ καὶ τὰ τοιαῦτα σχήματα ἐπὶ τῶν οὐκ ἐνδεχομένων ἀντίρρησιν παραλαμβάνεται, οἷον «ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὐτῷ κατασκευαζόμενον Φίλιππον;» «πότερον αὐτήν, Αἰσχίνη, ἐχρῆν τὸ φρόνημʼ ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει καὶ τὰ ἑξῆς. —Σφοδρὸν σχῆμα καὶ τὸ δεικτικόν, οἷον «ὁ βάσκανος οὗτος ἰαμβειοφάγος» καὶ πάλιν ὁ γὰρ τὰ ψευδῆ δεῦρʼ ἀπαγγείλας» καὶ τάδε, φησί, καὶ τάδε ποιήσας. εἶτʼ ἐπήγαγε τὴν δεῖξιν «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». —ἴανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ κατὰ 〈τὰ〉 σχήματα ἡ σφοδρότης διαφέρει τῆς τραχύτητος, οὐ μόνον κατὰ τὰς ἐννοίας καὶ κατὰ τὰς λέξεις, ὡς προείρηται.